Ευαγγέλια

Το Ευαγγέλιο σήμερα Τετάρτη 30 Απριλίου 2025

Το Ευαγγέλιο σήμερα Τετάρτη 30 Απριλίου 2025

Το Ευαγγέλιο και ο Απόστολος σήμερα Τετάρτη 30 Απριλίου 2025  με ερμηνευτική απόδοση στα νέα Ελληνικά Π. Τρεμπέλα.

Το Ευαγγέλιο σήμερα Τετάρτη 30 Απριλίου 2025

ΚΑΤΑ ΙΩΑΝΝΗΝ Γ´ 16 – 21


16 Οὕτω γὰρ ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον, ὥστε τὸν υἱὸν αὐτοῦ τὸν μονογενῆ ἔδωκεν, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται ἀλλ’ ἔχῃ ζωὴν αἰώνιον. 17 οὐ γὰρ ἀπέστειλεν ὁ Θεὸς τὸν υἱὸν αὐτοῦ εἰς τὸν κόσμον ἵνα κρίνῃ τὸν κόσμον, ἀλλ’ ἵνα σωθῇ ὁ κόσμος δι’ αὐτοῦ. 18 ὁ πιστεύων εἰς αὐτὸν οὐ κρίνεται· ὁ δὲ μὴ πιστεύων ἤδη κέκριται, ὅτι μὴ πεπίστευκεν εἰς τὸ ὄνομα τοῦ μονογενοῦς υἱοῦ τοῦ Θεοῦ. 19 αὕτη δέ ἐστιν ἡ κρίσις, ὅτι τὸ φῶς ἐλήλυθεν εἰς τὸν κόσμον καὶ ἠγάπησαν οἱ ἄνθρωποι μᾶλλον τὸ σκότος ἢ τὸ φῶς, ἦν γὰρ πονηρὰ αὐτῶν τὰ ἔργα. 20 πᾶς γὰρ ὁ φαῦλα πράσσων μισεῖ τὸ φῶς καὶ οὐκ ἔρχεται πρὸς τὸ φῶς, ἵνα μὴ ἐλεγχθῇ τὰ ἔργα αὐτοῦ· 21 ὁ δὲ ποιῶν τὴν ἀλήθειαν ἔρχεται πρὸς τὸ φῶς, ἵνα φανερωθῇ αὐτοῦ τὰ ἔργα, ὅτι ἐν Θεῷ ἐστιν εἰργασμένα.

Ερμηνευτική απόδοση στα νέα Ελληνικά Π. Τρεμπέλα.

ΚΑΤΑ ΛΟΥΚΑΝ Θ´ 1 – 6


1 Αφοῦ δὲ ἐκάλεσεν ὅλους μαζὶ τοὺς δώδεκα μαθητάς του, ἔδωκεν εἰς αὐτοὺς δύναμιν θαυματουργικὴν καὶ ἐξουσίαν ἐπὶ ὅλων τῶν δαιμονίων, καθὼς καὶ τὸ χάρισμα νὰ θεραπεύουν ἀσθενείας. 2 Καὶ τοὺς ἔστειλε νὰ κηρύττουν τὸ περὶ τῆς βασιλείας τοῦ Θεοῦ κήρυγμα καὶ νὰ ἰατρεύουν τοὺς ἀρρώστους, ἐπιβεβαιοῦντες διὰ τῶν θαυματουργικῶν θεραπειῶν τὴν ἀλήθειαν καὶ ἀξιοπιστίαν τοῦ κηρύγματός των. 3 Καὶ εἶπε πρὸς αὐτούς· Μὴ παίρνετε τίποτε μαζί σας εἰς τὸν δρόμον, ποὺ θὰ πηγαίνετε οὔτε ραβδιά, οὔτε σάκκον ταξιδιωτικόν, οὔτε ψωμί, οὔτε χρήματα, οὔτε νὰ ἔχετε ἀπὸ δύο ἐσωτερικὰ ρούχα, διὰ νὰ φορῆτε συγχρόνως αὐτά, ὅπως συνηθίζεται ἀπὸ τοὺς ταξιδιώτας. 4 Καὶ εἰς ὁποιανδηποτε οἰκίαν εἰσέλθετε πρὸς φιλοξενίαν, ἐκεῖ νὰ μένετε καθ’ ὅλον τὸ διάστημα τῆς διαμονῆς σας εἰς τὴν πόλιν ἐκείνην, καὶ ἀπὸ τὸν οἶκον αὐτὸν νὰ βγαίνετε, ὅταν θὰ φεύγετε ὁριστικῶς ἀπὸ τὴν πόλιν ἢ τὸ χωρίον αὐτό. 5 Καὶ ὅσοι τυχὸν δὲν σᾶς δεχθοῦν, ὅταν φεύγετε ἀπὸ τὴν πόλιν ἐκείνην, εἰς δήλωσιν τοῦ ὅτι δὲν ἐπήρατε τίποτε μαζί σας ἀπὸ αὐτήν, οὔτε ἔχετε καμμίαν σχέσιν μετ’ αὐτῆς, τινάξατε καλὰ ἀπὸ τὰ πόδια σας καὶ αὐτὴν ἀκόμη τὴν σκόνην, ποὺ τυχὸν σᾶς ἐκόλλησεν ἀπὸ τὸ χῶμα της, διὰ νὰ εἶναι ὡς διαμαρτυρία καὶ ὡς ἔλεγχος κατ’ αὐτῶν ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως. 6 Ἀφοῦ δὲ ἐξεκίνησαν οἱ Ἀπόστολοι, ἐπερνοῦσαν ἕνα ἕνα τὰ διάφορα χωρία, ποὺ συνήντων εἰς τὴν περιοδείαν των, καὶ ἐκήρυττον τὸ εὐαγγέλιον ἐπιβεβαιοῦντες καὶ ἐπισφραγίζοντες τὸ κήρυγμά των μὲ θεραπείας θαυματουργικάς, τὰς ὁποίας ἔκαναν εἰς ὅλα τὰ μέρη, ἀπὸ τὰ ὁποῖα διέβαινον.

Ο Απόστολος σήμερα Τετάρτη 30 Απριλίου 2025

ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ ΙΒ´ 1 – 11


1 Κατ’ ἐκεῖνον δὲ τὸν καιρὸν ἐπέβαλεν Ἡρῴδης ὁ βασιλεὺς τὰς χεῖρας κακῶσαί τινας τῶν ἀπὸ τῆς ἐκκλησίας. 2 ἀνεῖλε δὲ Ἰάκωβον τὸν ἀδελφὸν Ἰωάννου μαχαίρᾳ. 3 καὶ ἰδὼν ὅτι ἀρεστόν ἐστι τοῖς Ἰουδαίοις, προσέθετο συλλαβεῖν καὶ Πέτρον· ἦσαν δὲ αἱ ἡμέραι τῶν ἀζύμων· 4 ὃν καὶ πιάσας ἔθετο εἰς φυλακήν, παραδοὺς τέσσαρσι τετραδίοις στρατιωτῶν φυλάσσειν αὐτόν, βουλόμενος μετὰ τὸ πάσχα ἀναγαγεῖν αὐτὸν τῷ λαῷ. 5 ὁ μὲν οὖν Πέτρος ἐτηρεῖτο ἐν τῇ φυλακῇ· προσευχὴ δὲ ἦν ἐκτενῶς γινομένη ὑπὸ τῆς ἐκκλησίας πρὸς τὸν Θεὸν ὑπὲρ αὐτοῦ. 6 Ὅτε δὲ ἤμελλεν αὐτὸν προάγειν ὁ Ἡρῴδης, τῇ νυκτὶ ἐκείνῃ ἦν ὁ Πέτρος κοιμώμενος μεταξὺ δύο στρατιωτῶν δεδεμένος ἁλύσεσι δυσί, φύλακές τε πρὸ τῆς θύρας ἐτήρουν τὴν φυλακήν. 
 
7 καὶ ἰδοὺ ἄγγελος Κυρίου ἐπέστη καὶ φῶς ἔλαμψεν ἐν τῷ οἰκήματι· πατάξας δὲ τὴν πλευρὰν τοῦ Πέτρου ἤγειρεν αὐτὸν λέγων· Ἀνάστα ἐν τάχει· καὶ ἐξέπεσον αὐτοῦ αἱ ἁλύσεις ἐκ τῶν χειρῶν. 8 εἶπέ τε ὁ ἄγγελος πρὸς αὐτόν· Περίζωσαι καὶ ὑπόδησαι τὰ σανδάλιά σου. ἐποίησε δὲ οὕτω· καὶ λέγει αὐτῷ· Περιβαλοῦ τὸ ἱμάτιόν σου καὶ ἀκολούθει μοι. 9 καὶ ἐξελθὼν ἠκολούθει αὐτῷ, καὶ οὐκ ᾔδει ὅτι ἀληθές ἐστι τὸ γινόμενον διὰ τοῦ ἀγγέλου, ἐδόκει δὲ ὅραμα βλέπειν. 10 διελθόντες δὲ πρώτην φυλακὴν καὶ δευτέραν ἦλθον ἐπὶ τὴν πύλην τὴν σιδηρᾶν τὴν φέρουσαν εἰς τὴν πόλιν, ἥτις αὐτομάτη ἠνοίχθη αὐτοῖς, καὶ ἐξελθόντες προῆλθον ῥύμην μίαν, καὶ εὐθέως ἀπέστη ὁ ἄγγελος ἀπ’ αὐτοῦ. 11 καὶ ὁ Πέτρος γενόμενος ἐν ἑαυτῷ εἶπε· Νῦν οἶδα ἀληθῶς ὅτι ἐξαπέστειλε Κύριος τὸν ἄγγελον αὐτοῦ καὶ ἐξείλετό με ἐκ χειρὸς Ἡρῴδου καὶ πάσης τῆς προσδοκίας τοῦ λαοῦ τῶν Ἰουδαίων.

Ερμηνευτική απόδοση στα νέα Ελληνικά Π. Τρεμπέλα.

ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ ΙΒ´ 1 – 11


1 Κατ’ ἐκεῖνον δὲ τὸν καιρὸν ὁ βασιλεὺς Ἡρῴδης Ἀγρίππας ὁ Α’, ἐγγονὸς τοῦ μεγάλου Ἡρῴδου, ἔβαλε χέρι εἰς μερικοὺς ἀπὸ τὰ μέλη τῆς Ἐκκλησίας διὰ νὰ τοὺς κακοποιήσῃ. 2 Ἐθανάτωσε δὲ διὰ μαχαίρας τὸν Ἰάκωβον, τὸν ἀδελφὸν τοῦ ἀποστόλου καὶ εὐαγγελιστοῦ Ἰωάννου. 3 Καὶ ὅταν εἶδεν, ὅτι καὶ οἱ προεστοὶ καὶ ὁ λαὸς τῶν Ἰουδαίων εὐχαριστήθησαν διὰ τὴν ἐνέργειάν του αὐτήν, ἀπεφάσισεν ἐπιπροσθέτως νὰ συλλάβῃ καὶ τὸν Πέτρον. Ἦσαν δὲ τότε αἱ ἡμέραι τῆς ἑορτῆς τῶν ἀζύμων. 4 Καὶ ἀφοῦ συνέλαβε τοῦτον, τὸν ἔκλεισεν εἰς φυλακήν, παραδώσας αὐτὸν εἰς τέσσαρας τετράδας στρατιωτῶν διὰ νὰ τὸν φρουροῦν, διότι ἤθελε μετὰ τὴν ἑορτὴν τοῦ Πάσχα νὰ τὸν ἀνεβάσῃ εἰς τὸ κριτήριον καὶ νὰ τὸν δικάσῃ ἐπὶ παρουσίᾳ τοῦ λαοῦ. 5 Ἔτσι λοιπὸν ὁ μὲν Πέτρος ἐφρουρεῖτο μέσα εἰς τὴν φυλακήν· ὑπὸ τῆς Ἐκκλησίας ὅμως τῶν Ἱεροσολύμων ἐγίνετο ἑξακολουθητικῶς ὑπὲρ τῆς διασώσεως αὐτοῦ μακρὰ καὶ θερμὴ προσευχὴ πρὸς τὸν Θεόν. 6 Ὅταν δὲ ἐπρόκειτο ὁ Ἡρῴδης νὰ τὸν προσαγάγῃ εἰς τὸ δικαστήριον, κατὰ τὴν προηγουμένην νύκτα τῆς ἡμέρας ἐκείνης ὁ Πέτρος ἐκοιμᾶτο ἥσυχα ἐν μέσῳ δύο στρατιωτῶν δεμένος μὲ δύο ἁλυσίδες, καὶ φρουροὶ πρὸ τῆς θύρας ἐφύλαττον τὸ δεσμωτήριον. 7 Καὶ ἰδοὺ ἄγγελος Κυρίου ἦλθεν ἔξαφνα καὶ φῶς ἔλαμψεν ἐντὸς τοῦ δωματίου, ὅπου ἐκοιμᾶτο ὁ Πέτρος. Ἀφοῦ δὲ ὁ ἄγγελος ἐκτύπησε τὴν πλευρὰν τοῦ Πέτρου, τὸν ἐξύπνησε καὶ τοῦ εἶπε· Σήκω γρήγορα. Καὶ ἀμέσως ἔπεσαν αἱ ἁλυσίδες ἀπὸ τὰ χέρια του. 
 
8 Καὶ εἶπεν ὁ ἄγγελος πρὸς αὐτόν· Ζῶσε τὸ ὑποκάμισόν σου καὶ δέσε εἰς τὰ πόδια σου τὰ πέδιλά σου. Καὶ ὁ Πέτρος ἀμέσως ἔκαμεν, ὅπως διετάχθη. Καὶ λέγει εἰς αὐτὸν ὁ ἄγγελος· Φόρεσε τὸ ἐξωτερικόν σου ροῦχο καὶ ἀκολούθησέ με. 9 Καὶ ὁ Πέτρος, ἀφοῦ ἐβγῆκεν ἀπὸ τὸ δωμάτιον, ἠκολούθει τὸν ἄγγελον καὶ δὲν εἶχεν ἀντιληφθῇ ἀκόμη, ὅτι εἶναι πραγματικὸν αὐτό, ποὺ ἐγίνετο ἀπὸ τὸν Θεὸν διὰ μέσου τοῦ ἀγγέλου. Ἐνόμιζε δέ, ὅτι βλέπει εἰς τὸν ὕπνον του κάποιαν ὀπτασίαν. 10 Ἀφοῦ δὲ ἐπέρασαν τὸν πρῶτον καὶ τὸν δεύτερον φρουρόν, ἦλθον εἰς τὴν σιδηρᾶν ἐξώπορταν, ποὺ ὠδήγει ἀμέσως εἰς τὴν πόλιν, καὶ ἡ πόρτα αὐτὴ τοὺς ἠνοίχθη μόνη της. Καὶ ἀφοῦ ἐβγῆκαν ἐπέρασαν μαζὶ μίαν στενωπόν. Καὶ ἀμέσως ἔφυγεν ἀπὸ τὸν Πέτρον ὁ ἄγγελος. 11 Καὶ τότε ὁ Πέτρος συνῆλθεν ἀπὸ τὴν κατάστασιν τῆς ἐκπλήξεως καὶ τῆς ἐκστάσεως, ἕνεκα τῆς ὁποίας ἐνόμιζεν, ὅτι ἔβλεπεν ὅραμα καὶ εἶπε· Τώρα καταλαβαίνω, ὅτι πραγματικῶς ἀπέστειλεν ὁ Κύριος τὸν ἄγγελόν του καὶ μὲ ἠλευθέρωσεν ἀπὸ τὴν κακοποιὸν χεῖρα τοῦ Ἡρῴδου, καθὼς καὶ ἀπὸ κάθε κακόν, ποὺ ἐπερίμενεν ὁ λαὸς τῶν Ἰουδαίων νὰ γίνῃ εἰς ἐμέ.