Το Ευαγγέλιο και ο Απόστολος σήμερα Τρίτη 27 Μαΐου 2025 με ερμηνευτική απόδοση στα νέα Ελληνικά Π. Τρεμπέλα.
Το Ευαγγέλιο σήμερα Τρίτη 27 Μαΐου 2025
19 οἱ οὖν Φαρισαῖοι εἶπον πρὸς ἑαυτούς· Θεωρεῖτε ὅτι οὐκ ὠφελεῖτε οὐδέν; ἴδε ὁ κόσμος ὀπίσω αὐτοῦ ἀπῆλθεν. 20 Ἦσαν δέ τινες Ἕλληνες ἐκ τῶν ἀναβαινόντων ἵνα προσκυνήσωσιν ἐν τῇ ἑορτῇ. 21 οὗτοι οὖν προσῆλθον Φιλίππῳ τῷ ἀπὸ Βηθσαϊδὰ τῆς Γαλιλαίας, καὶ ἠρώτων αὐτὸν λέγοντες· Κύριε, θέλομεν τὸν Ἰησοῦν ἰδεῖν. 22 ἔρχεται Φίλιππος καὶ λέγει τῷ Ἀνδρέᾳ, καὶ πάλιν Ἀνδρέας καὶ Φίλιππος καὶ λέγουσι τῷ Ἰησοῦ· 23 ὁ δὲ Ἰησοῦς ἀπεκρίνατο αὐτοῖς λέγων· Ἐλήλυθεν ἡ ὥρα ἵνα δοξασθῇ ὁ υἱὸς τοῦ ἀνθρώπου. 24 ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ ὁ κόκκος τοῦ σίτου πεσὼν εἰς τὴν γῆν ἀποθάνῃ, αὐτὸς μόνος μένει· ἐὰν δὲ ἀποθάνῃ, πολὺν καρπὸν φέρει. 25 ὁ φιλῶν τὴν ψυχὴν αὐτοῦ ἀπολέσει αὐτήν, καὶ ὁ μισῶν τὴν ψυχὴν αὐτοῦ ἐν τῷ κόσμῳ τούτῳ, εἰς ζωὴν αἰώνιον φυλάξει αὐτήν. 26 ἐὰν ἐμοί διακονῇ τις, ἐμοὶ ἀκολουθείτω, καὶ ὅπου εἰμὶ ἐγὼ, ἐκεῖ καὶ ὁ διάκονος ὁ ἐμὸς ἔσται· καὶ ἐάν τις ἐμοὶ διακονῇ, τιμήσει αὐτὸν ὁ πατήρ. 27 Νῦν ἡ ψυχή μου τετάρακται, καὶ τί εἴπω; Πάτερ, σῶσόν με ἐκ τῆς ὥρας ταύτης. ἀλλὰ διὰ τοῦτο ἦλθον εἰς τὴν ὥραν ταύτην.
28 πάτερ, δόξασόν σου τὸ ὄνομα. ἦλθεν οὖν φωνὴ ἐκ τοῦ οὐρανοῦ· Καὶ ἐδόξασα καὶ πάλιν δοξάσω. 29 ὁ οὖν ὄχλος ὁ ἑστὼς καὶ ἀκούσας ἔλεγε βροντὴν γεγονέναι· ἄλλοι ἔλεγον· Ἄγγελος αὐτῷ λελάληκεν. 30 ἀπεκρίθη ὁ Ἰησοῦς καὶ εἶπεν· Οὐ δι’ ἐμὲ αὕτη ἡ φωνὴ γέγονεν, ἀλλὰ δι’ ὑμᾶς. 31 νῦν κρίσις ἐστὶ τοῦ κόσμου τούτου, νῦν ὁ ἄρχων τοῦ κόσμου τούτου ἐκβληθήσεται ἔξω· 32 κἀγὼ ἐὰν ὑψωθῶ ἐκ τῆς γῆς, πάντας ἑλκύσω πρὸς ἐμαυτόν. 33 τοῦτο δὲ ἔλεγεν σημαίνων ποίῳ θανάτῳ ἤμελλεν ἀποθνήσκειν. 34 ἀπεκρίθη αὐτῷ ὁ ὄχλος· Ἡμεῖς ἠκούσαμεν ἐκ τοῦ νόμου ὅτι ὁ Χριστὸς μένει εἰς τὸν αἰῶνα, καὶ πῶς σὺ λέγεις, δεῖ ὑψωθῆναι τὸν υἱὸν τοῦ ἀνθρώπου; τίς ἐστιν οὗτος ὁ υἱὸς τοῦ ἀνθρώπου; 35 εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς· Ἔτι μικρὸν χρόνον τὸ φῶς μεθ’ ὑμῶν ἐστι· περιπατεῖτε ἕως τὸ φῶς ἔχετε, ἵνα μὴ σκοτία ὑμᾶς καταλάβῃ· καὶ ὁ περιπατῶν ἐν τῇ σκοτίᾳ οὐκ οἶδεν ποῦ ὑπάγει. 36 ἕως τὸ φῶς ἔχετε, πιστεύετε εἰς τὸ φῶς ἵνα υἱοὶ φωτὸς γένησθε. Ταῦτα ἐλάλησεν Ἰησοῦς, καὶ ἀπελθὼν ἐκρύβη ἀπ’ αὐτῶν.
Ερμηνευτική απόδοση στα νέα Ελληνικά Π. Τρεμπέλα.
19 Ὕστερα λοιπὸν ἀπὸ τὸν ἐνθουσιασμὸν αὐτὸν τοῦ λαοῦ εἶπαν οἱ Φαρισαῖοι μεταξύ τους· Βλέπετε, ὅτι δὲν κερδίζετε τίποτε μὲ τὸ νὰ περιμένετε καὶ νὰ ἀναβάλλετε τὴν σύλληψίν του; Ἰδοὺ τώρα, ὅτι ὅλος ὁ λαὸς μᾶς ἐγκατέλειψε καὶ ἠκολούθησεν αὐτόν. 20 Ἦσαν δὲ τότε μερικοὶ Ἕλληνες προσήλυτοι ἀπὸ ἐκείνους, ποὺ συνήθως ἀνέβαινον εἰς τὰ Ἱεροσόλυμα διὰ νὰ προσκυνήσουν κατὰ τὴν ἑορτὴν τοῦ Πάσχα. 21 Αὐτοὶ λοιπὸν ἦλθαν πρὸς τὸν Φίλιππον, ποὺ ἦτο ἀπὸ τὴν Βηθσαϊδὰ τῆς Γαληλαίας, καὶ τὸν παρεκάλουν λέγοντες· Κύριε, θέλομεν νὰ ἴδωμεν ἰδιαιτέρως τὸν Ἰησοῦν καὶ νὰ συνομιλήσωμεν μετ’ αὐτοῦ. 22 Ἐπειδὴ δὲ ὁ Φίλιππος ἐδίσταζε νὰ ἀναγγείλῃ τοῦτο εἰς τὸν Διδάσκαλον, ἦλθε καὶ ἀνεκοίνωσεν αὐτὸ εἰς τὸν συμπολίτην καὶ συμμαθητήν του Ἀνδρέαν. Καὶ πάλιν ὁ Ἀνδρέας καὶ ὁ Φίλιππος λέγουν εἰς τὸν Ἰησοῦν, ὅτι οἱ Ἕλληνες προσήλυτοι θέλουν νὰ τὸν ἴδουν. 23 Ὁ Ἰησοῦς δὲ ἀπεκρίθη πρὸς αὐτοὺς καὶ εἶπεν· Ἦλθεν ἡ ὥρα ἡ ὡρισμένη κατὰ τὸ προκαθωρισμένον σχέδιον τοῦ Θεοῦ διὰ νὰ δοξασθῇ ὁ υἱὸς τοῦ ἀνθρώπου διὰ τοῦ θανάτου του καὶ τῆς ἀναλήψεώς του, ὁπότε καὶ θὰ ἀναγνωρισθῇ ὡς Μεσσίας καὶ ὑπὸ τῶν ἐθνικῶν. 24 Ἐν πάσῃ ἀληθείᾳ σᾶς λέγω, ἐὰν τὸ μικρὸ σπυρὶ τοῦ σιταριοῦ δὲν πέσῃ εἰς τὴν γῆν καὶ δὲν σαπίσῃ μέσα εἰς τὸ χῶμα, μένει μοναχό του καὶ δὲν πολλαπλασιάζεται. Ἐὰν ὅμως διὰ τῆς σπορᾶς του εἰς τὴν γῆν ἀποθάνῃ καὶ ταφῇ, βγάζει πολὺν καρπόν. Ἔτσι καὶ ἐγὼ ἐὰν ἀποθάνω, καθὼς ὁ Πατήρ μου ὥρισε, θὰ καρποφορήσω τὴν σωτηρίαν τοῦ ἀνθρωπίνου γένους.
Ο Απόστολος σήμερα Τρίτη 27 Μαΐου 2025
19 ἐπιλαβόμενοί τε αὐτοῦ ἐπὶ τὸν Ἄρειον Πάγον ἤγαγον, λέγοντες· Δυνάμεθα γνῶναι τίς ἡ καινὴ αὕτη ἡ ὑπὸ σοῦ λαλουμένη διδαχή; 20 ξενίζοντα γάρ τινα εἰσφέρεις εἰς τὰς ἀκοὰς ἡμῶν· βουλόμεθα οὖν γνῶναι τί ἂν θέλοι ταῦτα εἶναι. 21 Ἀθηναῖοι δὲ πάντες καὶ οἱ ἐπιδημοῦντες ξένοι εἰς οὐδὲν ἕτερον εὐκαίρουν ἢ λέγειν τι ἢ ἀκούειν καινότερον. 22 Σταθεὶς δὲ ὁ Παῦλος ἐν μέσῳ τοῦ Ἀρείου Πάγου ἔφη· Ἄνδρες Ἀθηναῖοι, κατὰ πάντα ὡς δεισιδαιμονεστέρους ὑμᾶς θεωρῶ· 23 διερχόμενος γὰρ καὶ ἀναθεωρῶν τὰ σεβάσματα ὑμῶν εὗρον καὶ βωμὸν ἐν ᾧ ἐπεγέγραπτο, Ἀγνώστῳ θεῷ. ὃν οὖν ἀγνοοῦντες εὐσεβεῖτε, τοῦτον ἐγὼ καταγγέλλω ὑμῖν. 24 ὁ Θεὸς ὁ ποιήσας τὸν κόσμον καὶ πάντα τὰ ἐν αὐτῷ, οὗτος οὐρανοῦ καὶ γῆς Κύριος ὑπάρχων οὐκ ἐν χειροποιήτοις ναοῖς κατοικεῖ 25 οὐδὲ ὑπὸ χειρῶν ἀνθρώπων θεραπεύεται προσδεόμενός τινος, αὐτὸς διδοὺς πᾶσι ζωὴν καὶ πνοὴν καὶ τὰ πάντα· 26 ἐποίησέ τε ἐξ ἑνὸς αἵματος πᾶν ἔθνος ἀνθρώπων κατοικεῖν ἐπὶ πᾶν τὸ πρόσωπον τῆς γῆς, ὁρίσας προστεταγμένους καιροὺς καὶ τὰς ὁροθεσίας τῆς κατοικίας αὐτῶν, 27 ζητεῖν τὸν Κύριον εἰ ἄρα γε ψηλαφήσειαν αὐτὸν καὶ εὕροιεν, καί γε οὐ μακρὰν ἀπὸ ἑνὸς ἑκάστου ἡμῶν ὑπάρχοντα. 28 Ἐν αὐτῷ γὰρ ζῶμεν καὶ κινούμεθα καὶ ἐσμέν, ὡς καί τινες τῶν καθ’ ὑμᾶς ποιητῶν εἰρήκασιν· τοῦ γὰρ καὶ γένος ἐσμέν.
Ερμηνευτική απόδοση στα νέα Ελληνικά Π. Τρεμπέλα.
19 Καὶ ἀφοῦ τὸν ἔπιασαν ἀπὸ τὸ χέρι, τὸν ὠδήγησαν εἰς τὸν Ἄρειον Πάγον καὶ τοῦ εἶπαν· Μποροῦμε νὰ μάθωμεν, ποία εἶναι ἡ νέα αὐτὴ διδασκαλία, ποὺ διδάσκεται ἀπὸ σέ; 20 Διότι κάποια παράδοξα καὶ πρωτάκουστα διδάγματα φέρεις μὲ τὴν διδασκαλίαν σου μέσα εἰς τὰς ἀκοάς μας. Θέλομεν λοιπὸν νὰ μάθωμεν, σὰν τί μπορεῖ νὰ εἶναι αὐτά, ποὺ διδάσκεις. 21 Τὸ ἔκαμαν δὲ αὐτὸ ὅχι ἀπὸ πραγματικὸν θρησκευτικὸν ἐνδιαφέρον, ἀλλ’ ἀπὸ τὴν συνηθισμένην τους περιέργειαν, διότι ὅλοι οἱ Ἀθηναῖοι καὶ οἱ μονίμως διαμένοντες ἐν Ἀθήναις ξένοι δὲν εἶχαν καιρὸν διὰ τίποτε ἄλλο, παρὰ διὰ νὰ λέγουν καὶ νὰ ἀκούουν κάτι νεώτερον. 22 Ἀφοῦ δὲ ἐστάθη ὁ Παῦλος ἐν μέσῳ τοῦ Ἀρείου Πάγου εἶπεν· Ὦ ἄνδρες Ἀθηναῖοι, σὰν πιὸ εὐλαβέστερους καθ’ ὅλα καὶ πιὸ θρήσκους ἀπὸ πολλοὺς ἄλλους σᾶς βλέπω. 23 Καὶ λέγω τοῦτο, διότι διαβαίνων τοὺς δρόμους τῆς πόλεως σας καὶ ἐξετάζων προσεκτικὰ ἐκεῖνα, ποὺ λατρεύετε, εὗρον καὶ ἕνα βωμόν, εἰς τὸν ὁποῖον εἶχε τεθῇ ἡ ἐπιγράφή: Ἀφιεροῦται ὁ βωμὸς αὐτὸς εἰς τὸν ἄγνωστον Θεόν. Ἐκεῖνον λοιπὸν τὸν Θεόν, ποὺ λατρεύετε, χωρὶς νὰ τὸν γνωρίζετε, αὐτὸν ἐγὼ σᾶς κηρύττω. 24 Ὁ Θεός, ὁ ὁποῖος ἐποίησε τὸν κόσμον καὶ ὅλα, ὅσα ὑπάρχουν μέσα εἰς τὸν κόσμον, αὐτὸς μὴ ἑξαρτώμενος ἀπὸ κανένα ἄλλον, ἀλλ’ ὑπάρχων ἀπὸ τὸν ἑαυτόν του ἀπόλυτος Κύριος τοῦ οὐρανοῦ καὶ τῆς γῆς, δὲν κατοικεῖ εἰς ναούς, ποὺ κατασκευάζονται ἀπὸ χεῖρας ἀνθρώπων, ὅπως εἶναι καὶ οἱ μαρμάρινοι αὐτοὶ ναοί, τοὺς ὁποίους κατεσκεύασαν οἱ καλλιτέχναι σας.