Ο Απόστολος σήμερα Τρίτη 21 Νοεμβρίου 2023, με ερμηνευτική απόδοση Π. Τρεμπέλα στα νέα ελληνικά.
1 Εἶχε μὲν οὖν καὶ ἡ πρώτη σκηνὴ δικαιώματα λατρείας τό τε Ἅγιον κοσμικόν. 2 σκηνὴ γὰρ κατεσκευάσθη ἡ πρώτη, ἐν ᾗ ἥ τε λυχνία καὶ ἡ τράπεζα καὶ ἡ πρόθεσις τῶν ἄρτων, ἥτις λέγεται Ἅγια. 3 μετὰ δὲ τὸ δεύτερον καταπέτασμα σκηνὴ ἡ λεγομένη Ἅγια Ἁγίων, 4 χρυσοῦν ἔχουσα θυμιατήριον καὶ τὴν κιβωτὸν τῆς διαθήκης περικεκαλυμμένην πάντοθεν χρυσίῳ, ἐν ᾗ στάμνος χρυσῆ ἔχουσα τὸ μάννα καὶ ἡ ῥάβδος Ἀαρὼν ἡ βλαστήσασα καὶ αἱ πλάκες τῆς διαθήκης, 5 ὑπεράνω δὲ αὐτῆς Χερουβὶμ δόξης κατασκιάζοντα τὸ ἱλαστήριον· περὶ ὧν οὐκ ἔστι νῦν λέγειν κατὰ μέρος. 6 Τούτων δὲ οὕτω κατεσκευασμένων εἰς μὲν τὴν πρώτην σκηνὴν διὰ παντὸς εἰσίασιν οἱ ἱερεῖς τὰς λατρείας ἐπιτελοῦντες, 7 εἰς δὲ τὴν δευτέραν ἅπαξ τοῦ ἐνιαυτοῦ μόνος ὁ ἀρχιερεύς, οὐ χωρὶς αἵματος, ὃ προσφέρει ὑπὲρ ἑαυτοῦ καὶ τῶν τοῦ λαοῦ ἀγνοημάτων,
Ερμηνευτική απόδοση Π. Τρεμπέλα στα νέα ελληνικά
1 Ας βγάλωμεν λοιπὸν τώρα τὸ συμπέρασμα αὐτῶν, ποὺ εἴπομεν διὰ τὴν ἱερωσύνην τῆς Π. Διαθήκης, καὶ ἂς διασαφήσωμεν αὐτὰ περισσότερον. Εἶχε μὲν καὶ ἡ πρώτη διαθήκη νόμους καὶ διατάξεις λατρείας καὶ τὸ θυσιαστήριον τὸ ἐπίγειον. 2 Διότι κατεσκευάσθη τὸ πρῶτον διαμέρισμα τῆς σκηνῆς, μέσα εἰς τὸ ὁποῖον ὑπῆρχεν ἡ λυχνία καὶ ἡ τράπεζα καὶ οἰ ἄρτοι, ποὺ τοὺς ἔθεταν ἐπάνω εἰς αὐτὴν ὡς προσφορὰν εἰς τὸν Θεόν.