Ευαγγελικά αναγνώσματα 2024
Ευαγγέλιο σήμερα Τρίτη, 30 Ιουλίου 2024
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ ΙΓ´ 24 – 30
24 Ἄλλην παραβολὴν παρέθηκεν αὐτοῖς λέγων· Ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ σπείραντι καλὸν σπέρμα ἐν τῷ ἀγρῷ αὐτοῦ· 25 ἐν δὲ τῷ καθεύδειν τοὺς ἀνθρώπους ἦλθεν αὐτοῦ ὁ ἐχθρὸς καὶ ἔσπειρε ζιζάνια ἀνὰ μέσον τοῦ σίτου καὶ ἀπῆλθεν. 26 ὅτε δὲ ἐβλάστησεν ὁ χόρτος καὶ καρπὸν ἐποίησε, τότε ἐφάνη καὶ τὰ ζιζάνια. 27 προσελθόντες δὲ οἱ δοῦλοι τοῦ οἰκοδεσπότου εἶπον αὐτῷ· κύριε, οὐχὶ καλὸν σπέρμα ἔσπειρας ἐν τῷ σῷ ἀγρῷ; πόθεν οὖν ἔχει ζιζάνια; 28 ὁ δὲ ἔφη αὐτοῖς· ἐχθρὸς ἄνθρωπος τοῦτο ἐποίησεν. οἱ δὲ δοῦλοι εἶπον αὐτῷ· θέλεις οὖν ἀπελθόντες συλλέξωμεν αὐτά; 29 ὁ δέ ἔφη· οὔ, μήποτε συλλέγοντες τὰ ζιζάνια ἐκριζώσητε ἅμα αὐτοῖς τὸν σῖτον· 30 ἄφετε συναυξάνεσθαι ἀμφότερα μέχρι τοῦ θερισμοῦ, καὶ ἐν καιρῷ τοῦ θερισμοῦ ἐρῶ τοῖς θερισταῖς· συλλέξατε πρῶτον τὰ ζιζάνια καὶ δήσατε αὐτὰ εἰς δέσμας πρὸς τὸ κατακαῦσαι αὐτά, τὸν δὲ σῖτον συναγάγετε εἰς τὴν ἀποθήκην μου.
Ευαγγέλιο νέα ελληνικά – Ερμηνευτική απόδοση Παναγιώτη Τρεμπέλα
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ ΙΓ´ 24 – 30
24 Ἄλλην παραβολὴν τοὺς ἐδίδαξε καὶ εἶπεν· Ἔγινεν ὁμοῖα ἡ βασιλεία τῶν οὐρανῶν, ἡ Ἐκκλησία δηλαδή, ποὺ θὰ κατακτήσῃ τὸν κόσμον ὁλόκληρον, καὶ ὁ δι’ αὐτῆς κηρυττόμενος εἰς ὅλον τὸν κόσμον λόγος τῆς ἀληθείας, πρὸς ἄνθρωπον, ποὺ ἔσπειρε καλὸν σπόρον εἰς τὸ χωράφι του.Ἔτσι καὶ ὁ Κύριος σπείρει πάντοτε εἰς τὸν κατακτώμενον ὑπὸ τῆς Ἐκκλησίας κόσμον τὸν καλὸν τῆς σωτηρίου ἀληθείας σπόρον. 25 Τὴν ὥραν ὅμως ποὺ ἐκοιμῶντο οἱ ἄνθρωποί του, ἦλθεν ὁ ἐχθρός του, ὁ διάβολος δηλαδή, καὶ ἔσπειρεν ᾖραν ἀνάμεσα εἰς τὸν σῖτον καὶ ἔφυγεν. 26 Ὅταν δὲ ἐβλάστησαν τὰ στάχυα καὶ ἔκαμαν καρπόν, τότε ἐφάνησαν καὶ τὰ ζιζάνια. 27 Καὶ τότε οἱ δοῦλοι τοῦ οἰκοδεσπότου ἦλθαν πρὸς αὐτὸν καὶ τοῦ εἶπαν Κύριε, δὲν ἔσπειρες καλὸν σπόρον εἰς τὸ χωράφι σου; Ἀπὸ ποὺ λοιπὸν ἔχει τοῦτο ζιζάνια; 28 Ἐκεῖνος δὲ τοὺς εἶπεν· ἐχθρὸς ἄνθρωπος τὸ ἔκαμε.Καὶ οἱ δοῦλοι τοῦ εἶπαν· Θέλεις λοιπὸν νὰ πάμε καὶ νὰ τὰ μαζεύσωμεν; 29 Ἐκεῖνος ὅμως εἶπεν· Ὄχι.Διότι αἱ ρίζαι τῶν ζιζανίων εἶναι μπλεγμένοι μέσα εἰς τὸ χῶμα μὲ τὰς ρίζας τοῦ σίτου καὶ ὑπάρχει φόβος μήπως, ὅταν θὰ συλλέγετε τὰ ζιζάνια, ξερριζώσετε μαζὶ μὲ αὐτὰ καὶ τὸν σῖτον. 30 Ἀφήσατε νὰ μεγαλώνουν καὶ τὰ δύο μέχρι τῆς ἐποχῆς τοῦ θερισμοῦ.Καὶ κατὰ τὸν καιρὸν τοῦ θερισμοῦ, ἤτοι τῆς ἐσχάτης κρίσεως, θὰ εἴπω εἰς τοὺς θεριστὰς ἀγγέλους μου· μαζεύσατε πρῶτον τὰ ζιζάνια καὶ δέσατέ τα σὲ χειρόβολα, διὰ νὰ τὰ κατακαύσετε, δηλαδὴ ξεχωρίσατε τοὺς πονηροὺς ἀνθρώπους καὶ ρίψατέ τους ὅλους μαζὶ εἰς τὸ πῦρ τῆς αἰωνίου κολάσεως.Τὸν σῖτον δέ, τουτέστι τοὺς ἀγαθοὺς καὶ ἐναρέτους, μαζεύσατέ τον εἰς τὴν ἀποθήκην μου, δηλαδὴ εἰς τὴν οὐράνιον βασιλείαν.
Αποστολικά αναγνώσματα 2024
Ο Απόστολος σήμερα Τρίτη, 30 Ιουλίου 2024
ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ ΙΕ´ 35 – 41
35 Παῦλος δὲ καὶ Βαρνάβας διέτριβον ἐν Ἀντιοχείᾳ διδάσκοντες καὶ εὐαγγελιζόμενοι μετὰ καὶ ἑτέρων πολλῶν τὸν λόγον τοῦ Κυρίου. 36 Μετὰ δέ τινας ἡμέρας εἶπε Παῦλος πρὸς Βαρνάβαν· Ἐπιστρέψαντες δὴ ἐπισκεψώμεθα τοὺς ἀδελφοὺς ἡμῶν κατὰ πᾶσαν πόλιν ἐν αἷς κατηγγείλαμεν τὸν λόγον τοῦ Κυρίου, πῶς ἔχουσι. 37 Βαρνάβας δὲ ἐβουλεύσατο συμπαραλαβεῖν τὸν Ἰωάννην τὸν καλούμενον Μᾶρκον· 38 Παῦλος δὲ ἠξίου, τὸν ἀποστάντα ἀπ’ αὐτῶν ἀπὸ Παμφυλίας καὶ μὴ συνελθόντα αὐτοῖς εἰς τὸ ἔργον, μὴ συμπαραλαβεῖν τοῦτον. 39 ἐγένετο οὖν παροξυσμὸς, ὥστε ἀποχωρισθῆναι αὐτοὺς ἀπ’ ἀλλήλων, τόν τε Βαρνάβαν παραλαβόντα τὸν Μᾶρκον ἐκπλεῦσαι εἰς Κύπρον. 40 Παῦλος δὲ ἐπιλεξάμενος Σίλαν ἐξῆλθε, παραδοθεὶς τῇ χάριτι τοῦ Θεοῦ ὑπὸ τῶν ἀδελφῶν, 41 διήρχετο δὲ τὴν Συρίαν καὶ Κιλικίαν ἐπιστηρίζων τὰς ἐκκλησίας.
Απόστολος νέα ελληνικά – Ερμηνευτική απόδοση Παναγιώτη Τρεμπέλα
ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ ΙΕ´ 35 – 41
35 Ὁ Παῦλος δὲ καὶ ὁ Βαρνάβας διέμενον εἰς Ἀντιόχειαν διδάσκοντες καὶ μὲ πολλοὺς ἄλλους κήρυκας τοὺς πιστοὺς καὶ κηρύττοντες τὸν λόγον τοῦ Κυρίου καὶ εἰς ὅσους διὰ πρώτην φορὰν ἤκουον τὸ εὐαγγέλιον. 36 Ὕστερα δὲ ἀπὸ μερικὰς ἡμέρας εἶπεν ὁ Παῦλος πρὸς τὸν Βαρνάβαν· ἐμπρὸς τώρα ἂς ἐπιστρέψωμεν καὶ ἂς ἐπισκεφθῶμεν τοὺς ἀδελφούς μας εἰς κάθε πόλιν, ὅπου κατὰ τὴν προηγουμένην περιοδείαν μας ἐκηρύξαμεν τὸν λόγον τοῦ Κυρίου, καὶ ἂς ἴδωμεν πῶς ἔχουν ἐν τῇ κατὰ Χριστὸν ζωῇ. 37 Ὁ Βαρνάβας δὲ τότε ἔκρινε καλὸν νὰ πάρῃ μαζί του καὶ τὸν Ἰωάννην, ποὺ ἐπωνομάζετο Μᾶρκος. 38 Ὁ Παῦλος ὅμως ἐθεώρει δίκαιον νὰ μὴ συμπαραλάβουν ἐκεῖνον, ποὺ ἐχωρίσθη ἀπὸ αὐτοὺς ἀπὸ τὴν Παμφυλίαν καὶ δὲν ἦλθε μαζί τους, διὰ νὰ ὑπηρετήσῃ τὸ ἔργον τῆς ἱεραποστολῆς. 39 Προεκλήθη δὲ ζωηρὰ διαφωνία μέχρι τοῦ σημείου, ὥστε οἱ δύο ἀπόστολοι νὰ ἀποχωρισθοῦν ὁ ἕνας ἀπὸ τὸν ἄλλον, καὶ ὁ Βαρνάβας νὰ ἀποπλεύσῃ εἰς Κύπρον, ἀφοῦ παρέλαβε μαζί του τὸν Μᾶρκον. 40 Ἀλλ’ ὁ Παῦλος ἐκλέξας ὡς σύνοδον καὶ βοηθόν του τὸν Σίλαν ἀνεχώρησεν, ἀφοῦ οἱ ἐν Ἀντιοχείᾳ ἀδελφοὶ διὰ κοινῶν προσευχῶν τὸν παρέδωκαν καὶ τὸν ἐνεπιστεύθησαν εἰς τὴν εὐμενῆ πρόνοιαν καὶ προστασίαν τοῦ Θεοῦ. Οὕτως ἤρχισεν ἡ δευτέρα ἀποστολικὴ περιοδεία τοῦ Παύλου. 41 Περιώδευε δὲ ὁ Παῦλος τὰς χώρας τῆς Συρίας καὶ Κιλικίας καὶ ἐστήριζεν εἰς τὴν χριστιανικὴν πίστιν καὶ ἐλπίδα καὶ ζωὴν τοὺς ἀδελφούς των ἐν ταῖς χώραις ταύταις ἐκκλησιῶν.