Ευαγγέλιο σήμερα Πέμπτη, 4 Ιουλίου 2024
23 Καὶ ἐμβάντι αὐτῷ εἰς τὸ πλοῖον ἠκολούθησαν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ. 24 καὶ ἰδοὺ σεισμὸς μέγας ἐγένετο ἐν τῇ θαλάσσῃ, ὥστε τὸ πλοῖον καλύπτεσθαι ὑπὸ τῶν κυμάτων· αὐτὸς δὲ ἐκάθευδε. 25 καὶ προσελθόντες οἱ μαθηταὶ αὐτοῦ ἤγειραν αὐτὸν λέγοντες· Κύριε, σῶσον ἡμᾶς, ἀπολλύμεθα. 26 καὶ λέγει αὐτοῖς· Τί δειλοί ἐστε, ὀλιγόπιστοι; τότε ἐγερθεὶς ἐπετίμησε τοῖς ἀνέμοις καὶ τῇ θαλάσσῃ, καὶ ἐγένετο γαλήνη μεγάλη. 27 οἱ δὲ ἄνθρωποι ἐθαύμασαν λέγοντες· Ποταπός ἐστιν οὗτος, ὅτι καὶ οἱ ἄνεμοι καὶ ἡ θάλασσα ὑπακούουσιν αὐτῷ;
Ευαγγέλιο νέα ελληνικά – Ερμηνευτική απόδοση Παναγιώτη Τρεμπέλα
23 Καὶ ὅταν αὐτὸς ἐμβῆκεν εἰς τὸ πλοῖον, τὸν ἠκολούθησαν οἰ μαθηταί του. 24 Καὶ ἰδοὺ ἔγινε τρικυμία μεγάλη εἰς τὴν θάλασσαν, ἡ ὁποία ἔσειεν ἀπὸ τὸ βάθος τὰ νερά της μέχρι σημείου, ὥστε τὸ πλοῖον νὰ σκεπάζεται ἀπὸ τὰ κύματα· αὐτὸς δὲ ἐκοιμᾶτο. 25 Καὶ ἀφοῦ ἦλθαν κοντά του οἱ μαθηταί του, τὸν ἐξύπνησαν λέγοντες· Κύριε, σῶσε μας· χανόμεθα. 26 Καὶ λέγει εἰς αὐτούς· Διατὶ εἶσθε δειλοί, ὦ ὀλιγόπιστοι; Τότε, ἀφοῦ ἐσηκώθη ὄρθιος, διέταξε μὲ αὐστηρότητα τοὺς ἀνέμους καὶ τὴν θάλασσαν, καὶ ἔγινεν ἀμέσως μεγάλη γαλήνη. 27 Οἱ ἄνθρωποι δέ, ὅσοι εἶδαν καὶ ὅσοι ἤκουσαν τὸ θαῦμα, ἐθαύμασαν λέγοντες· Τί ἄνθρωπος εἶναι αὐτός; Εἶναι πολὺ μεγαλύτερος ἀπὸ ὅ,τι τὸν ἐθεωρούσαμεν ἕως τώρα, διότι καὶ οἰ ἄνεμοι καὶ ἡ θάλασσα ὑπακούουν εἱς αὐτόν.
Ο Απόστολος σήμερα Πέμπτη, 4 Ιουλίου 2024
10 εἰ γὰρ ἐχθροὶ ὄντες κατηλλάγημεν τῷ Θεῷ διὰ τοῦ θανάτου τοῦ υἱοῦ αὐτοῦ, πολλῷ μᾶλλον καταλλαγέντες σωθησόμεθα ἐν τῇ ζωῇ αὐτοῦ· 11 οὐ μόνον δέ, ἀλλὰ καὶ καυχώμενοι ἐν τῷ Θεῷ διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι’ οὗ νῦν τὴν καταλλαγὴν ἐλάβομεν. 12 Διὰ τοῦτο ὥσπερ δι’ ἑνὸς ἀνθρώπου ἡ ἁμαρτία εἰς τὸν κόσμον εἰσῆλθε καὶ διὰ τῆς ἁμαρτίας ὁ θάνατος, καὶ οὕτως εἰς πάντας ἀνθρώπους ὁ θάνατος διῆλθεν, ἐφ’ ᾧ πάντες ἥμαρτον· 13 ἄχρι γὰρ νόμου ἁμαρτία ἦν ἐν κόσμῳ, ἁμαρτία δὲ οὐκ ἐλλογεῖται μὴ ὄντος νόμου· 14 ἀλλ’ ἐβασίλευσεν ὁ θάνατος ἀπὸ Ἀδὰμ μέχρι Μωϋσέως καὶ ἐπὶ τοὺς μὴ ἁμαρτήσαντας ἐπὶ τῷ ὁμοιώματι τῆς παραβάσεως Ἀδάμ, ὅς ἐστι τύπος τοῦ μέλλοντος. 15 Ἀλλ’ οὐχ ὡς τὸ παράπτωμα, οὕτω καὶ τὸ χάρισμα· εἰ γὰρ τῷ τοῦ ἑνὸς παραπτώματι οἱ πολλοὶ ἀπέθανον, πολλῷ μᾶλλον ἡ χάρις τοῦ Θεοῦ καὶ ἡ δωρεὰ ἐν χάριτι τῇ τοῦ ἑνὸς ἀνθρώπου Ἰησοῦ Χριστοῦ εἰς τοὺς πολλοὺς ἐπερίσσευσε. 16 καὶ οὐχ ὡς δι’ ἑνὸς ἁμαρτήσαντος τὸ δώρημα· τὸ μὲν γὰρ κρίμα ἐξ ἑνὸς εἰς κατάκριμα, τὸ δὲ χάρισμα ἐκ πολλῶν παραπτωμάτων εἰς δικαίωμα.
Απόστολος νέα ελληνικά – Ερμηνευτική απόδοση Παναγιώτη Τρεμπέλα
10 Διότι, ἐάν, ὅταν ἤμεθα ἐχθροί, ἐσυμφιλιώθημεν πρὸς τὸν Θεὸν διὰ τοῦ θανάτου τοῦ Υἱοῦ του, πολὺ περισσότερον τώρα, ποὺ ἐσυμφιλιώθημεν, θὰ σωθῶμεν διὰ τοῦ Χριστοῦ, ὁ ὁποῖος δὲν ὑπάρχει πλέον ἀνάγκη νὰ ἀποθάνῃ, ἀλλὰ ζῇ ἔνδοξος εἰς τοὺς οὐρανοὺς ὡς μεσίτης ὑπὲρ ἡμῶν. 11 Ὄχι δὲ μόνον θὰ σωθῶμεν, ἀλλὰ καὶ καυχώμεθα διὰ τὰς εὐεργεσίας τοῦ Θεοῦ· καυχώμεθα δὲ διὰ μέσου τοῦ Κυρίου μας Ἰησοῦ Χριστοῦ, διὰ τοῦ ὁποίου τώρα ἐλάβομεν τὴν συμφιλίωσιν μετὰ τοῦ Θεοῦ. 12 Ναί· ἐσυμφιλιώθημεν ὅλοι μὲ τὸν Θεὸν διὰ τοῦ Ἰησοῦ Χριστοῦ. Καὶ ἔγινε λοιπὸν διὰ τὴν ἀποκατάστασιν τοῦ ἀνθρώπου κάτι ἀνάλογον πρὸς ἐκεῖνο, ποὺ ἔγινεν εἰς τὴν πτῶσιν του. Καθὼς δηλαδὴ δι’ ἑνὸς ἀνθρώπου, τοῦ Ἀδάμ, ἐμβῆκεν εἰς ὅλον τὸ ἀνθρώπινον γένος ἡ ἁμαρτία καὶ διὰ μέσου τῆς ἁμαρτίας ἐμβῆκεν ὁ θάνατος, καὶ ἔτσι ὁ θάνατος διεδόθη εἰς ὅλους τοὺς ἀνθρώπους, διότι ἐν τῷ προσώπῳ τοῦ Ἀδὰμ ὅλοι οἱ ἀπόγονοί του ἡμάρτησαν, ἔτσι καὶ διὰ τοῦ ἑνὸς Ἰησοῦ Χριστοῦ ἡ δικαίωσις μετεδόθη εἰς ὁλόκληρον τὸ γένος τῶν ἀνθρώπων. 13 Εἶναι δὲ φανερόν, ὅτι αἱ συνέπειαι τῆς παραβάσεως τοῦ ἑνὸς ἀνθρώπου ἑξαπλώθησαν εἰς ὅλους τοὺς ἀνθρώπους. Διότι μέχρι τῆς ἐποχῆς ποὺ ἐδόθη ὁ γραπτὸς νόμος, ὑπῆρχεν εἰς τὸν κόσμον ἡ ἁμαρτία, ἀφοῦ ὑπῆρχεν ἡ συνέπεια αὐτῆς, ὁ θάνατος δηλαδή. Ἡ ἁμαρτία ὅμως δὲν λογαριάζεται καὶ δὲν καταλογίζεται ὡς ἐνοχή, ὅταν δὲν ὑπάρχῃ νόμος, διὰ τῆς παραβάσεως τοῦ ὁποίου συντελεῖται ἡ ἁμαρτία.