Ευαγγελικά αναγνώσματα 2021 με απόδοση στα νέα ελληνικά.
Πέμπτη 4 Μαρτίου 2021
Όσιος Γεράσιμος ο Ιορδανίτης
Το Ευαγγέλιο για αύριο Πέμπτη 4 Μαρτίου 2021
1 Καὶ εὐθέως ἐπὶ τὸ πρωῒ συμβούλιον ποιήσαντες οἱ ἀρχιερεῖς μετὰ τῶν πρεσβυτέρων καὶ γραμματέων καὶ ὅλον τὸ συνέδριον, δήσαντες τὸν Ἰησοῦν ἀπήνεγκαν καὶ παρέδωκαν τῷ Πιλάτῳ. 2 καὶ ἐπηρώτησεν αὐτὸν ὁ Πιλᾶτος· Σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων; ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτῷ· Σὺ λέγεις. 3 καὶ κατηγόρουν αὐτοῦ οἱ ἀρχιερεῖς πολλά, αὐτὸς δὲ οὐδὲν ἀπεκρίνατο. 4 ὁ δὲ Πιλᾶτος πάλιν ἐπηρώτα αὐτὸν λέγων· Οὐκ ἀποκρίνῃ οὐδέν; ἴδε πόσα σου καταμαρτυροῦσιν. 5 ὁ δὲ Ἰησοῦς οὐκέτι οὐδὲν ἀπεκρίθη, ὥστε θαυμάζειν τὸν Πιλᾶτον. 6 Κατὰ δὲ ἑορτὴν ἀπέλυεν αὐτοῖς ἕνα δέσμιον ὅνπερ ᾐτοῦντο. 7 ἦν δὲ ὁ λεγόμενος Βαραββᾶς μετὰ τῶν συστασιαστῶν δεδεμένος, οἵτινες ἐν τῇ στάσει φόνον πεποιήκεισαν. 8 καὶ ἀναβοήσας ὁ ὄχλος ἤρξατο αἰτεῖσθαι καθὼς ἀεὶ ἐποίει αὐτοῖς.Ευαγγέλιο και Απόστολος για αύριο 4 Μαρτίου 2021Ευαγγέλιο και Απόστολος για αύριο 4 Μαρτίου 2021
Ερμηνευτική απόδοση Παναγιώτη Ν. Τρεμπέλα
1 Καὶ ἀμέσως μόλις ἔγινε πρωΐ, ἔκαναν σύσκεψιν οἱ ἀρχιερεῖς μὲ τοὺς προεστοὺς καὶ γραμματεῖς καὶ ὅλον τὸ συνέδρων περὶ τοῦ πῶς ἔπρεπε νὰ ἐνεργήσουν πλησίον τοῦ Ἐπιτρόπου τῆς Ρώμης. Καὶ μετὰ τὴν σύσκεψιν αὐτήν, ἀφοῦ ἔδεσαν τὸν Ἰησοῦν, τὸν ἔφεραν καὶ τὸν παρέδωκαν εἰς τὸν Πιλᾶτον, κατηγοροῦντες αὐτὸν ὡς ἀντάρτην καὶ ὡς σφετεριζόμενον τὸ ἀξίωμα τοῦ βασιλέως τῶν Ἰουδαίων. 2 Καὶ τὸν ἠρώτησεν ὁ Πιλᾶτος· Σὺ εἶσαι ὁ βασιλεὺς τῶν Ἰουδαίων; Αὐτὸς δὲ ἀπεκρίθη καὶ τοῦ εἶπε· Σὺ λέγεις, ὅτι εἶμαι βασιλεὺς τῶν Ἰουδαίων· ἡ βασιλεία μου ὅμως δὲν εἶναι, ὅπως τὴν ἐννοεῖς σὺ καὶ οἱ κατήγοροί μου. 3 Καὶ ἐπειδὴ ἐν τῷ μεταξὺ ὁ Πιλᾶτος ἐπείσθη, ὅτι ἡ κατηγορία αὐτὴ ἦτο ἀβάσιμος, οἱ ἀρχιερεῖς τὸν κατηγόρουν καὶ διὰ πολλὰ ἄλλα. Αὐτὸς ὅμως δὲν ἀπεκρίθη τίποτε. 4 Ὁ δὲ Πιλᾶτος πάλιν τὸν ἠρώτησε καὶ εἶπε· Δὲν ἀποκρίνεσαι τίποτε; Κύττα, πόσας κατηγορίας μαρτυροῦν ἐναντίον σου. Δὲν ἀπολογεῖσαι τίποτε δι’ αὐτάς; 5 Ἀλλ’ ὁ Ἰησοῦς δὲν ἀπεκρίθη πλέον τίποτε, ὥστε ἐθαύμαζεν ὁ Πιλᾶτος διὰ τὴν γαλήνην καὶ τὴν ἀταραξίαν, τὴν ὁποίαν ἐδείκνυεν εἱς στιγμάς, ποὺ τόσον ἐκινδύνευεν αὐτὴ ἡ ζωή του.
Ο Απόστολος για αύριο Πέμπτη 4 Μαρτίου 2021
20 ἐάν τις εἴπῃ ὅτι ἀγαπῶ τὸν Θεόν, καὶ τὸν ἀδελφὸν αὐτοῦ μισῇ, ψεύστης ἐστίν· ὁ γὰρ μὴ ἀγαπῶν τὸν ἀδελφὸν ὃν ἑώρακε, τὸν Θεὸν ὃν οὐχ ἑώρακε πῶς δύναται ἀγαπᾶν; 21 καὶ ταύτην τὴν ἐντολὴν ἔχομεν ἀπ’ αὐτοῦ, ἵνα ὁ ἀγαπῶν τὸν Θεὸν ἀγαπᾷ καὶ τὸν ἀδελφὸν αὐτοῦ.
1 Πᾶς ὁ πιστεύων ὅτι Ἰησοῦς ἐστιν ὁ Χριστὸς, ἐκ τοῦ Θεοῦ γεγέννηται, καὶ πᾶς ὁ ἀγαπῶν τὸν γεννήσαντα ἀγαπᾷ καὶ τὸν γεγεννημένον ἐξ αὐτοῦ. 2 ἐν τούτῳ γινώσκομεν ὅτι ἀγαπῶμεν τὰ τέκνα τοῦ Θεοῦ, ὅταν τὸν Θεὸν ἀγαπῶμεν καὶ τὰς ἐντολὰς αὐτοῦ τηρῶμεν. 3 αὕτη γάρ ἐστιν ἡ ἀγάπη τοῦ Θεοῦ, ἵνα τὰς ἐντολὰς αὐτοῦ τηρῶμεν· καὶ αἱ ἐντολαὶ αὐτοῦ βαρεῖαι οὐκ εἰσίν, 4 ὅτι πᾶν τὸ γεγεννημένον ἐκ τοῦ Θεοῦ νικᾷ τὸν κόσμον· καὶ αὕτη ἐστὶν ἡ νίκη ἡ νικήσασα τὸν κόσμον, ἡ πίστις ἡμῶν. 5 τίς ἐστιν ὁ νικῶν τὸν κόσμον εἰ μὴ ὁ πιστεύων ὅτι Ἰησοῦς ἐστιν ὁ υἱὸς τοῦ Θεοῦ; 6 Οὗτός ἐστιν ὁ ἐλθὼν δι’ ὕδατος καὶ αἵματος, Ἰησοῦς Χριστός· οὐκ ἐν τῷ ὕδατι μόνον, ἀλλ’ ἐν τῷ ὕδατι καὶ τῷ αἵματι· καὶ τὸ Πνεῦμά ἐστι τὸ μαρτυροῦν, ὅτι τὸ Πνεῦμά ἐστιν ἡ ἀλήθεια. 7 ὅτι τρεῖς εἰσιν οἱ μαρτυροῦντες ἐν τῷ οὐρανῷ, ὁ Πατὴρ, ὁ Λόγος καὶ τὸ ἅγιον Πνεῦμα, καὶ οὗτοι οἱ τρεῖς ἕν εἰσι.
8 καὶ τρεῖς εἰσιν οἱ μαρτυροῦντες ἐν τῇ γῇ, τὸ Πνεῦμα καὶ τὸ ὕδωρ καὶ τὸ αἷμα, καὶ οἱ τρεῖς εἰς τὸ ἕν εἰσιν. 9 εἰ τὴν μαρτυρίαν τῶν ἀνθρώπων λαμβάνομεν, ἡ μαρτυρία τοῦ Θεοῦ μείζων ἐστίν· ὅτι αὕτη ἐστὶν ἡ μαρτυρία τοῦ Θεοῦ ἣν μεμαρτύρηκε περὶ τοῦ υἱοῦ αὐτοῦ. 10 ὁ πιστεύων εἰς τὸν υἱὸν τοῦ Θεοῦ ἔχει τὴν μαρτυρίαν ἐν αὑτῷ· ὁ μὴ πιστεύων τῷ Θεῷ ψεύστην πεποίηκεν αὐτόν, ὅτι οὐ πεπίστευκεν εἰς τὴν μαρτυρίαν ἣν μεμαρτύρηκε ὁ Θεὸς περὶ τοῦ υἱοῦ αὐτοῦ. 11 καὶ αὕτη ἐστὶν ἡ μαρτυρία, ὅτι ζωὴν αἰώνιον ἔδωκεν ἡμῖν ὁ Θεός, καὶ αὕτη ἡ ζωὴ ἐν τῷ υἱῷ αὐτοῦ ἐστιν. 12 ὁ ἔχων τὸν υἱὸν ἔχει τὴν ζωήν· ὁ μὴ ἔχων τὸν υἱὸν τοῦ Θεοῦ τὴν ζωὴν οὐκ ἔχει. 13 Ταῦτα ἔγραψα ὑμῖν τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα τοῦ υἱοῦ τοῦ Θεοῦ, ἵνα εἰδῆτε ὅτι ζωὴν αἰώνιον ἔχετε, καὶ ἵνα πιστεύητε εἰς τὸ ὄνομα τοῦ υἱοῦ τοῦ Θεοῦ. 14 καὶ αὕτη ἐστὶν ἡ παρρησία ἣν ἔχομεν πρὸς αὐτόν, ὅτι ἐάν τι αἰτώμεθα κατὰ τὸ θέλημα αὐτοῦ, ἀκούει ἡμῶν.
15 καὶ ἐὰν οἴδαμεν ὅτι ἀκούει ἡμῶν ὃ ἐὰν αἰτώμεθα, οἴδαμεν ὅτι ἔχομεν τὰ αἰτήματα ἃ ᾐτήκαμεν παρ’ αὐτοῦ. 16 Ἐάν τις ἴδῃ τὸν ἀδελφὸν αὐτοῦ ἁμαρτάνοντα ἁμαρτίαν μὴ πρὸς θάνατον, αἰτήσει, καὶ δώσει αὐτῷ ζωήν, τοῖς ἁμαρτάνουσι μὴ πρὸς θάνατον. ἔστιν ἁμαρτία πρὸς θάνατον· οὐ περὶ ἐκείνης λέγω ἵνα ἐρωτήσῃ. 17 πᾶσα ἀδικία ἁμαρτία ἐστί· καὶ ἔστιν ἁμαρτία οὐ πρὸς θάνατον. 18 οἴδαμεν ὅτι πᾶς ὁ γεγεννημένος ἐκ τοῦ Θεοῦ οὐχ ἁμαρτάνει, ἀλλ’ ὁ γεννηθεὶς ἐκ τοῦ Θεοῦ τηρεῖ ἑαυτόν, καὶ ὁ πονηρὸς οὐχ ἅπτεται αὐτοῦ. 19 οἴδαμεν ὅτι ἐκ τοῦ Θεοῦ ἐσμεν, καὶ ὁ κόσμος ὅλος ἐν τῷ πονηρῷ κεῖται. 20 οἴδαμεν δὲ ὅτι ὁ υἱὸς τοῦ Θεοῦ ἥκει καὶ δέδωκεν ἡμῖν διάνοιαν ἵνα γινώσκομεν τὸν ἀληθινόν· καὶ ἐσμὲν ἐν τῷ ἀληθινῷ, ἐν τῷ υἱῷ αὐτοῦ Ἰησοῦ Χριστῷ. οὗτός ἐστιν ὁ ἀληθινὸς Θεὸς καὶ ζωὴ αἰώνιος.
Ερμηνευτική απόδοση Παναγιώτη Ν. Τρεμπέλα
20 Ἔχομεν λοιπὸν χρέος νὰ τὸν ἀγαπῶμεν. Καὶ τότε ἀγαπῶμεν τὸν Θεόν, ὅταν δεικνύωμεν τὴν ἀγάπην μας καὶ πρὸς τοὺς ἀδελφούς μας, ποὺ εἶναι εἰκόνες καὶ τέκνα τοῦ Θεοῦ. Ἐὰν εἴπῃ κανείς, ὅτι ἀγαπῶ τὸν Θεόν καὶ κατὰ τὸν αὐτὸν χρόνον μισῇ τὸν ἀδελφόν του Χριστιανόν, αὐτὸς δὲν λέγει ἀλήθειαν καὶ εἶναι ψεύστης. Διότι ἐκεῖνος ποὺ δὲν ἀγαπᾷ τὸν ἀδελφόν του, τὸν ὁποῖον ἀπὸ μακροῦ χρόνου ἑξακολουθητικῶς βλέπει, πῶς εἶναι δυνατὸν νὰ ἀγαπᾷ τὸν Θεόν, ποὺ δὲν ἔχει ἴδει ποτέ; 21 Καὶ ταύτην τὴν ἐντολὴν ἐλάβομεν ἀπὸ τὸν Θεόν, δηλαδὴ ἐκεῖνος ποὺ ἀγαπᾷ τὸν Θεόν, ν’ ἀγαπᾷ καὶ τὸν ἀδελφόν του Χριστιανόν.
1 Καθένας ποὺ πιστεύει μὲ πίστιν ζωντανήν, ὅτι ὁ Ἰησοῦς εἶναι ὁ θεάνθρωπος Μεσσίας, ἔχει γεννηθῇ πνεοματικῶς ἀπὸ τὸν Θεόν. Καὶ καθένας ποὺ ἀγαπᾷ τὸν Θεόν, ὁ ὁποῖος τὸν ἐγέννησε πνευματικῶς, φυσικὰ ἀγαπᾷ καὶ τὸν ἀδελφόν του, ποὺ ἔχει γεννηθῇ ἀπὸ τὸν αὐτὸν Πατέρα. 2 Μὲ αὐτὸ δὲ τὸ σημεῖον γνωρίζομεν, ὅτι ἀγαπῶμεν τὰ τέκνα τοῦ Θεοῦ, ὅταν δηλαδὴ ἀγαπῶμεν τὸν Θεόν καὶ φυλάττωμεν τὰς ἐντολάς του. 3 Διότι εἰς τοῦτο σονίσταται ἡ πρὸς τὸν Θεόν ἀγάπη, εἰς τὸ νὰ τηρῶμεν τὰς ἐντολάς του. Καὶ αἱ ἐντολαί του δὲν εἶναι πιεστικοὶ καὶ δυσβάστακτοι καὶ ἀκατόρθωτοι. 4 Καὶ δὲν εἶναι βαρεῖαι αἱ ἐντολαί του, διότι κάθε τι ποὺ ἔχει ἀναγεννηθῇ ἀπὸ τὸν Θεόν, νικᾷ τὸν κόσμον, ὁ ὁποῖος μᾶς γίνεται ἐμπόδιον μὲ τὴν ἀντίδρασίν του εἰς τὴν τήρησιν τῶν ἐντολῶν τοῦ Θεοῦ. Καὶ αὐτὴ εἶναι ἡ νίκη, ποὺ ἐνίκησεν ὁριστικῶς τὸν κόσμον, ἡ πίστις μας, ποὺ εἶναι φῶς διαλῦον τὴν ἐν τῷ κόσμῳ πλάνην καὶ δύναμις νέας πνευματικῆς καὶ ἁγίας ζωῆς ἀντιθέτου πρὸς τὴν φαυλότητα τοῦ κόσμου. 5 Ποῖος ἄλλος νικᾷ τὰ θέλγητρα καὶ ἐν γένει τὴν ἀντίδρασιν καὶ τὸν κατὰ τῆς ἀληθείας πόλεμον τοῦ κόσμου παρὰ μόνον ἐκεῖνος, ποὺ μὲ πραγματικὴν ἀφοσίωσιν πιστεύει, ὅτι ὁ Ἰησοῦς εἶναι ὁ ἐνανθρωπήσας Υἱὸς τοῦ Θεοῦ;