Ευαγγέλια: Ευαγγέλιο και Απόστολος σήμερα 23 Σεπτεμβρίου 2024, όπως θα ακουστούν στην εκκλησία και με απόδοση στα νέα ελληνικά.
Ευαγγελικά αναγνώσματα 2024
Το Ευαγγέλιο σήμερα 23 Σεπτεμβρίου 2024
5 Ἐγένετο ἐν ταῖς ἡμέραις Ἡρῴδου τοῦ βασιλέως τῆς Ἰουδαίας ἱερεύς τις ὀνόματι Ζαχαρίας ἐξ ἐφημερίας Ἀβιά, καὶ γυνὴ αὐτῷ ἐκ τῶν θυγατέρων Ἀαρών, καὶ τὸ ὄνομα αὐτῆς Ἐλισάβετ. 6 ἦσαν δὲ δίκαιοι ἀμφότεροι ἐναντίον τοῦ Θεοῦ, πορευόμενοι ἐν πάσαις ταῖς ἐντολαῖς καὶ δικαιώμασιν τοῦ Κυρίου ἄμεμπτοι. 7 καὶ οὐκ ἦν αὐτοῖς τέκνον, καθότι ἡ Ἐλισάβετ ἦν στεῖρα, καὶ ἀμφότεροι προβεβηκότες ἐν ταῖς ἡμέραις αὐτῶν ἦσαν. 8 Ἐγένετο δὲ ἐν τῷ ἱερατεύειν αὐτὸν ἐν τῇ τάξει τῆς ἐφημερίας αὐτοῦ ἔναντι τοῦ Θεοῦ, 9 κατὰ τὸ ἔθος τῆς ἱερατείας ἔλαχε τοῦ θυμιᾶσαι εἰσελθὼν εἰς τὸν ναὸν τοῦ Κυρίου· 10 καὶ πᾶν τὸ πλῆθος ἦν τοῦ λαοῦ προσευχόμενον ἔξω τῇ ὥρᾳ τοῦ θυμιάματος. 11 ὤφθη δὲ αὐτῷ ἄγγελος Κυρίου ἑστὼς ἐκ δεξιῶν τοῦ θυσιαστηρίου τοῦ θυμιάματος. 12 καὶ ἐταράχθη Ζαχαρίας ἰδών, καὶ φόβος ἐπέπεσεν ἐπ’ αὐτόν. 13 εἶπε δὲ πρὸς αὐτὸν ὁ ἄγγελος· Μὴ φοβοῦ, Ζαχαρία· διότι εἰσηκούσθη ἡ δέησίς σου, καὶ ἡ γυνή σου Ἐλισάβετ γεννήσει υἱόν σοι, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰωάννην· 14 καὶ ἔσται χαρά σοι καὶ ἀγαλλίασις, καὶ πολλοὶ ἐπὶ τῇ γενέσει αὐτοῦ χαρήσονται. 15 ἔσται γὰρ μέγας ἐνώπιον τοῦ Κυρίου, καὶ οἶνον καὶ σίκερα οὐ μὴ πίῃ, καὶ Πνεύματος ἁγίου πλησθήσεται ἔτι ἐκ κοιλίας μητρὸς αὐτοῦ,
Ευαγγέλιο σήμερα 23 Σεπτεμβρίου 2024 – νέα ελληνικά – Ερμηνευτική απόδοση Παναγιώτη Τρεμπέλα
5 Ἔζησε κατὰ τὰς ἡμέρας τοῦ Ἡρῴδου τοῦ βασιλέως τῆς Ἰουδαίας κάποιος ἱερεύς, ποὺ ἐλέγετο Ζαχαρίας, ἀπὸ τὴν τάξιν τῶν λειτουργῶν τοῦ ναοῦ, ἡ ὁποία κατήγετο ἀπὸ τὸν ἱερέα Ἀβιά. Καὶ ἡ γυναῖκα του ἦτο ἀπὸ τοὺς ἀπογόνους τοῦ Ἀαρών, καὶ τὸ ὄνομά της ἦτο Ἐλισάβετ. 6 Ἦσαν δὲ καὶ οἱ δύο ἐνάρετοι ἐνώπιον τοῦ Θεοῦ, ὁ ὁποῖος ἐρευνᾷ καὶ γνωρίζει τὰς καρδίας ὅλων, καὶ ἐπολιτεύοντο σύμφωνα μὲ ὅλας ἐν γένει τὰς ἐντολὰς καὶ τὰ παραγγέλματα τοῦ Κυρίου, ἄμεμπτοι εἰς ὅλα καὶ ἐλεύθεροι ἀπὸ κάθε σοβαρὰν ἐνοχήν. 7 Καὶ δὲν εἶχαν τέκνον, διότι ἡ Ἐλισάβετ ἦτο στεῖρα, ἐπὶ πλέον δὲ καὶ οἱ δύο ἦσαν ἀρκετὰ προχωρημένοι εἰς τὰς ἡμέρας τῆς ζωῆς των. 8 Ἐνῷ δὲ ὁ Ζαχαρίας ἐτέλει ἐνώπιον τοῦ Θεοῦ τὴν ἱερατικήν του λειτουργίαν κατὰ τὴν σειρὰν τῆς τάξεως καὶ πατριᾶς τῶν ἱερέων, εἰς τὴν ὁποίαν ἀνῆκε, συνέβη τὸ ἑξῆς: 9 Σύμφωνα πρὸς τὴν κρατοῦσαν μεταξὺ τοῦ ἱερατείου συνήθειαν τοῦ νὰ ἐκλέγεται διὰ κλήρου ὁ ἱερεύς, ὁ ὁποῖος θὰ προσέφερε τὸ θυμίαμα, ἔλαχεν εἰς τὸν Ζαχαρίαν ὁ κλῆρος νὰ ἔμβῃ εἰς τὸν ναὸν τοῦ Κυρίου καὶ νὰ προσφέρῃ θυμίαμα ἐπὶ τοῦ θυσιαστηρίου τῶν θυμιαμάτων. 10 Καὶ ὅλον τὸ πλῆθος τοῦ λαοῦ εὑρίσκετο συναθροισμένον καὶ προσηύχετο ἐκεῖ ἔξω εἰς τὰ προαύλια τοῦ ναοῦ τὴν ὥραν, ποὺ ἐκαίετο τὸ θυμίαμα. 11 Ἐφανερώθη δὲ εἰς αὐτὸν ἄγγελος Κυρίου, ὁ ὁποῖος ἐστέκετο εἰς τὰ δεξιὰ τοῦ θυσιαστηρίου, ἐπὶ τοῦ ὁποίου ἔκαιαν τὸ θυμίαμα.
Αποστολικά αναγνώσματα 2024
Ο Απόστολος σήμερα 23 Σεπτεμβρίου 2024
22 γέγραπται γὰρ ὅτι Ἀβραὰμ δύο υἱοὺς ἔσχεν, ἕνα ἐκ τῆς παιδίσκης καὶ ἕνα ἐκ τῆς ἐλευθέρας. 23 ἀλλ’ ὁ μὲν ἐκ τῆς παιδίσκης κατὰ σάρκα γεγέννηται, ὁ δὲ ἐκ τῆς ἐλευθέρας δι’ ἐπαγγελίας. 24 ἅτινά ἐστιν ἀλληγορούμενα. αὗται γάρ εἰσι δύο διαθῆκαι, μία μὲν ἀπὸ ὄρους Σινᾶ, εἰς δουλείαν γεννῶσα, ἥτις ἐστὶν Ἄγαρ· 25 τὸ γὰρ Ἄγαρ Σινᾶ ὄρος ἐστὶν ἐν τῇ Ἀραβίᾳ, συστοιχεῖ δὲ τῇ νῦν Ἰερουσαλήμ, δουλεύει δὲ μετὰ τῶν τέκνων αὐτῆς· 26 ἡ δὲ ἄνω Ἰερουσαλὴμ ἐλευθέρα ἐστίν, ἥτις ἐστὶ μήτηρ πάντων ἡμῶν. 27 γέγραπται γάρ· εὐφράνθητι στεῖρα ἡ οὐ τίκτουσα, ῥῆξον καὶ βόησον ἡ οὐκ ὠδίνουσα· ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα.
Ο Απόστολος σήμερα 23 Σεπτεμβρίου 2024 – νέα ελληνικά – Ερμηνευτική απόδοση Παναγιώτη Τρεμπέλα
22 Σᾶς κάνω τὴν ἐρώτησιν αὐτήν, διότι ἔχει γραφῆ εἰς τὸν νόμον, ὅτι ὁ Ἀβραὰμ ἀπέκτησε δύο υἱούς, ἕνα υἱὸν ἀπὸ τὴν δούλην Ἄγαρ καὶ ἕνα υἱὸν ἀπὸ τὴν ἐλευθέραν Σάρραν. 23 Ἀλλ’ ὁ μὲν υἱός, ποὺ ἐγεννήθη ἀπὸ τὴν δούλην, ἐγεννήθη φυσικῶς κατὰ τὸν νόμον τῆς σαρκός, ὁ δὲ υἱός, ποὺ ἐγεννήθη ἀπὸ τὴν ἐλευθέραν, ἐγεννήθη δυνάμει ὑποσχέσεως, ποὺ ἔδωκεν ὁ Θεὸς εἰς τὸν Ἀβραάμ. 24 Αὐτὰ ὅμως ἔχουν ἀλληγορικὴν ἔννοιαν. Δηλαδὴ εἶναι μὲν γεγονότα ἱστορικά, ἀλλὰ συγχρόνως ἐπροτύπωναν καὶ ἐπροεικόνιζαν γεγονότα καὶ ἀληθείας τῆς Καινῆς Διαθήκης. Διότι αἱ δύο αὐταὶ γυναῖκες, ἡ Ἄγαρ καὶ ἡ Σάρρα, εἶναι τύποι τῶν δύο διαθηκῶν· ἡ μὲν μία διαθήκη εἶναι ἐκείνη, ποῦ ἐδόθη ἀπὸ τὸ ὅρος Σινά, ἡ ὁποία γεννᾷ τέκνα, διὰ νὰ εὑρίσκωνται εἰς τὴν δουλείαν, καὶ ἡ ὁποία προτυπώνεται ἀπὸ τὴν Ἄγαρ.