Ευαγγέλιο και Απόστολος της Κυριακής (Κυριακή Α΄ Λουκά, 22 Σεπτεμβρίου 2024). Ερμηνευτική απόδοση στα νέα Ελληνικά Π. Τρεμπέλα
Το Ευαγγέλιο σήμερα Κυριακή Α΄ Λουκά, 22 Σεπτεμβρίου 2024
1 Ἐγένετο δὲ ἐν τῷ τὸν ὄχλον ἐπικεῖσθαι αὐτῷ τοῦ ἀκούειν τὸν λόγον τοῦ Θεοῦ καὶ αὐτὸς ἦν ἑστὼς παρὰ τὴν λίμνην Γεννησαρέτ, 2 καὶ εἶδε δύο πλοῖα ἑστῶτα παρὰ τὴν λίμνην· οἱ δὲ ἁλιεῖς ἀποβάντες ἀπ’ αὐτῶν ἀπέπλυνον τὰ δίκτυα. 3 ἐμβὰς δὲ εἰς ἓν τῶν πλοίων, ὃ ἦν Σίμωνος, ἠρώτησεν αὐτὸν ἀπὸ τῆς γῆς ἐπαναγαγεῖν ὀλίγον· καὶ καθίσας ἐδίδασκεν ἐκ τοῦ πλοίου τοὺς ὄχλους. 4 ὡς δὲ ἐπαύσατο λαλῶν, εἶπε πρὸς τὸν Σίμωνα· Ἐπανάγαγε εἰς τὸ βάθος καὶ χαλάσατε τὰ δίκτυα ὑμῶν εἰς ἄγραν. 5 καὶ ἀποκριθεὶς Σίμων εἶπεν αὐτῷ· Ἐπιστάτα, δι’ ὅλης νυκτὸς κοπιάσαντες οὐδὲν ἐλάβομεν· ἐπὶ δὲ τῷ ῥήματί σου χαλάσω τὸ δίκτυον. 6 καὶ τοῦτο ποιήσαντες συνέκλεισαν πλῆθος ἰχθύων πολύ· διερρήγνυτο δὲ τὸ δίκτυον αὐτῶν. 7 καὶ κατένευσαν τοῖς μετόχοις τοῖς ἐν τῷ ἑτέρῳ πλοίῳ τοῦ ἐλθόντας συλλαβέσθαι αὐτοῖς· καὶ ἦλθον, καὶ ἔπλησαν ἀμφότερα τὰ πλοῖα, ὥστε βυθίζεσθαι αὐτά. 8 ἰδὼν δὲ Σίμων Πέτρος προσέπεσε τοῖς γόνασιν Ἰησοῦ λέγων· Ἔξελθε ἀπ’ ἐμοῦ, ὅτι ἀνὴρ ἁμαρτωλός εἰμι, Κύριε· 9 θάμβος γὰρ περιέσχεν αὐτὸν καὶ πάντας τοὺς σὺν αὐτῷ ἐπὶ τῇ ἄγρᾳ τῶν ἰχθύων ᾗ συνέλαβον, 10 ὁμοίως δὲ καὶ Ἰάκωβον καὶ Ἰωάννην, υἱοὺς Ζεβεδαίου, οἳ ἦσαν κοινωνοὶ τῷ Σίμωνι. καὶ εἶπε πρὸς τὸν Σίμωνα ὁ Ἰησοῦς· Μὴ φοβοῦ· ἀπὸ τοῦ νῦν ἀνθρώπους ἔσῃ ζωγρῶν. 11 καὶ καταγαγόντες τὰ πλοῖα ἐπὶ τὴν γῆν, ἀφέντες ἅπαντα ἠκολούθησαν αὐτῷ.
Ερμηνευτική απόδοση στα νέα Ελληνικά Π. Τρεμπέλα
1 Ενῷ δὲ τὰ πλήθη τοῦ λαοῦ τὸν ἐπίεζαν καὶ τὸν ἐστρίμωναν διὰ νὰ ἀκούουν τὸν λόγον τοῦ Θεοῦ, συνέβη νὰ στέκεται αὐτὸς πλησίον τῆς λίμνης Γεννησαρέτ. 2 Καὶ εἶδε δύο μικρὰ πλοῖα ἀραγμένα πλησίον τῆς λίμνης· οἱ ψαράδες δὲ εἶχαν βγῆ ἀπ’ αὐτὰ εἰς τὴν παραλίαν καὶ ἐπλεναν τὰ δίκτυα. 3 Ἀφοῦ δὲ ἐμβῆκεν εἰς ἐν ἀπὸ τὰ πλοῖα αὐτά, τὸ ὁποῖον ἦτο τοῦ Σίμωνος, παρεκάλεσεν αὐτὸν νὰ τὸ προχωρήσῃ ὀλίγον καὶ εἰς μικρὰν ἀπόστασιν ἀπὸ τὴν ξηράν. Καὶ ἀφοῦ ἐκάθισεν ἐδίδασκεν ἀπὸ μέσα ἀπὸ τὸ πλοῖον τὰ πλήθη τοῦ λαοῦ, ποὺ εὑρίσκοντο εἰς τὴν παραλίαν. 4 Ὅταν δὲ ἔπαυσε νὰ ὁμιλῇ, εἶπε πρὸς τὸν Σίμωνα· Φέρε πάλιν τὸ πλοῖον εἰς τὰ βαθειὰ νερὰ τῆς λίμνης καὶ ρίψατε τὰ δίκτυά σας διὰ νὰ πιάσετε ψάρια. 5 Καὶ ὁ Σίμων ἀπεκρίθη καὶ τοῦ εἶπε· Διδάσκαλε, ὅλην τὴν νύκτα ἐκοπιάσαμεν ρίπτοντες τὰ δίκτυα καὶ δὲν ἐπιάσαμεν τίποτε. Ἀλλ’ ἀφοῦ τὸ διατάσσεις, μὲ τελείαν πεποίθησιν καὶ ὑπακοὴν εἰς τὸν λόγον σου θὰ ρίψω τὸ δίκτυον. 6 Καὶ ἀφοῦ ἔκαμαν αὐτό, ἔκλεισαν μέσα εἰς τὸ δίκτυον πλῆθος πολὺ ψάρια. Καὶ ἤρχισε νὰ σπάζῃ τὸ δίκτυόν τους, ἐπειδὴ δὲν άντεῖχεν εἰς τὸ βάρος τοῦ πλήθους τῶν ψαριῶν.
O Απόστολος σήμερα Κυριακή Α΄ Λουκά, 22 Σεπτεμβρίου 2024
13 Γρηγορεῖτε, στήκετε ἐν τῇ πίστει, ἀνδρίζεσθε, κραταιοῦσθε. 14 πάντα ὑμῶν ἐν ἀγάπῃ γινέσθω. 15 Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοί· οἴδατε τὴν οἰκίαν Στεφανᾶ, ὅτι ἐστὶν ἀπαρχὴ τῆς Ἀχαΐας καὶ εἰς διακονίαν τοῖς ἁγίοις ἔταξαν ἑαυτούς· 16 ἵνα καὶ ὑμεῖς ὑποτάσσησθε τοῖς τοιούτοις καὶ παντὶ τῷ συνεργοῦντι καὶ κοπιῶντι. 17 χαίρω δὲ ἐπὶ τῇ παρουσίᾳ Στεφανᾶ καὶ Φορτουνάτου καὶ Ἀχαϊκοῦ, ὅτι τὸ ὑμῶν ὑστέρημα οὗτοι ἀνεπλήρωσαν· 18 ἀνέπαυσαν γὰρ τὸ ἐμὸν πνεῦμα καὶ τὸ ὑμῶν. Ἐπιγινώσκετε οὖν τοὺς τοιούτους. 19 Ἀσπάζονται ὑμᾶς αἱ ἐκκλησίαι τῆς Ἀσίας. ἀσπάζονται ὑμᾶς ἐν Κυρίῳ πολλὰ Ἀκύλας καὶ Πρίσκιλλα σὺν τῇ κατ’ οἶκον αὐτῶν ἐκκλησίᾳ. 20 ἀσπάζονται ὑμᾶς οἱ ἀδελφοὶ πάντες. ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἁγίῳ. 21 Ὁ ἀσπασμὸς τῇ ἐμῇ χειρὶ Παύλου. 22 εἴ τις οὐ φιλεῖ τὸν Κύριον Ἰησοῦν Χριστόν, ἤτω ἀνάθεμα. μαρὰν ἀθᾶ. 23 Ἡ χάρις τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ μεθ’ ὑμῶν. 24 ἡ ἀγάπη μου μετὰ πάντων ὑμῶν ἐν Χριστῷ Ἰησοῦ· ἀμήν.
Ερμηνευτική απόδοση στα νεα Ελληνικά Π. Τρεμπέλα
13 Προσέχετε σὰν ἄγρυπνοι φρουροί. Μένετε στερεοὶ καὶ ὄρθιοι εἰς τὴν πίστιν. Ἀγωνίζεσθε σὰν ἄνδρες γενναῖοι. Πάρετε δύναμιν καὶ θάρρος. 14 Ὅλα ὅσα κάνετε, ἂς γίνωνται μὲ ἀ 15 Σᾶς ἀπευθύνω δὲ καὶ μίαν ἄλλην παράκλησιν, ἀδελφοί. Γνωρίζετε τὸ σπίτι τοῦ Στεφανᾶ, ὅτι εἶναι ἡ οἰκογένεια, ποὺ πρώτη εἰς τὴν Ἀχαΐαν ἐπίστευσεν εἰς τὸν Χριστὸν καὶ ἀφιέρωσαν τὸν ἑαυτόν τους εἰς τὸ νὰ ὑπηρετοῦν τοὺς Χριστιανούς. 16 Σᾶς παρακαλῶ λοιπὸν νὰ ὑποτάσσεσθε καὶ σεῖς εἰς τοὺς τοιούτους διακεκριμένους Χριστιανούς, καθὼς καὶ εἰς κάθε ἄλλον, ποὺ συνεργάζεται καὶ κοπιάζει εἰς μίαν τόσον θεάρεστον διακονίαν. 17 Χαίρω δέ, διότι εἶναι παρόντες ἐδῶ ὁ Στεφανᾶς καὶ ὁ Φουρτοονᾶτος καὶ ὁ Ἀχαϊκός, διότι αὐτοὶ ἀνεπλήρωσαν τὸ κενὸν ποὺ αἰσθάνομαι, ἐπειδὴ δὲν σᾶς ἔχω πλησίον μου.
Ευλογημένη Κυριακή