Νηστεία Ορθοδοξία

Η Ορθοδοξία σήμερα Παρασκευή 16 Δεκεμβρίου 2022 – Νηστεία – Γιορτές – Ευαγγέλιο – Απόστολος

παπα Γιώργης Δορμπαράκης: Είναι εύκολο να είναι κανείς Ορθόδοξος;

Η Ορθοδοξία σήμερα Παρασκευή 16 Δεκεμβρίου 2022 : Η Νηστεία σήμερα – Ο Απόστολος σήμερα – Το Ευαγγέλιο σήμερα – Εκκλησιαστική γιορτή σήμερα – Ποιοι γιορτάζουν σήμερα.

Η Νηστεία σήμερα Παρασκευή 16 Δεκεμβρίου 2022

Αλάδωτη νηστεία

Το Ευαγγέλιο σήμερα Παρασκευή 16 Δεκεμβρίου 2022

ΚΑΤΑ ΜΑΡΚΟΝ Θ´ 33 – 41

33 Καὶ ἦλθεν εἰς Καπερναούμ· καὶ ἐν τῇ οἰκίᾳ γενόμενος ἐπηρώτα αὐτούς· Τί ἐν τῇ ὁδῷ πρὸς ἑαυτοὺς διελογίζεσθε; 34 οἱ δὲ ἐσιώπων· πρὸς ἀλλήλους γὰρ διελέχθησαν ἐν τῇ ὁδῷ τίς μείζων. 35 καὶ καθίσας ἐφώνησε τοὺς δώδεκα καὶ λέγει αὐτοῖς· Εἴ τις θέλει πρῶτος εἶναι, ἔσται πάντων ἔσχατος καὶ πάντων διάκονος. 36 καὶ λαβὼν παιδίον ἔστησεν αὐτὸ ἐν μέσῳ αὐτῶν, καὶ ἐναγκαλισάμενος αὐτὸ εἶπεν αὐτοῖς· 37 Ὃς ἐὰν ἓν τῶν τοιούτων παιδίων δέξηται ἐπὶ τῷ ὀνόματί μου, ἐμὲ δέχεται· καὶ ὃς ἐὰν ἐμὲ δέξηται, οὐκ ἐμὲ δέχεται, ἀλλὰ τὸν ἀποστείλαντά με.

38 Ἀπεκρίθη αὐτῷ ὁ Ἰωάννης λέγων· Διδάσκαλε, εἴδομέν τινα ἐν τῷ ὀνόματί σου ἐκβάλλοντα δαιμόνια, ὃς οὐκ ἀκολουθεῖ ἡμῖν, καὶ ἐκωλύσαμεν αὐτόν, ὅτι οὐκ ἀκολουθεῖ ἡμῖν. 39 ὁ δὲ Ἰησοῦς εἶπε· Μὴ κωλύετε αὐτόν· οὐδεὶς γάρ ἐστιν ὃς ποιήσει δύναμιν ἐπὶ τῷ ὀνόματί μου καὶ δυνήσεται ταχὺ κακολογῆσαί με· 40 ὃς γὰρ οὐκ ἔστι καθ’ ἡμῶν, ὑπὲρ ἡμῶν ἐστιν. 41 ὃς γὰρ ἂν ποτίσῃ ὑμᾶς ποτήριον ὕδατος ἐν τῷ ὀνόματί μου, ὅτι Χριστοῦ ἐστε, ἀμὴν λέγω ὑμῖν, οὐ μὴ ἀπολέσῃ τὸν μισθὸν αὐτοῦ.

Ο Απόστολος σήμερα Παρασκευή 16 Δεκεμβρίου 2022

ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Β’ Α´ 1 – 2

1 Παῦλος, ἀπόστολος Χριστοῦ Ἰησοῦ διὰ θελήματος Θεοῦ κατ’ ἐπαγγελίαν ζωῆς τῆς ἐν Χριστῷ Ἰησοῦ, 2 Τιμοθέῳ ἀγαπητῷ τέκνῳ· χάρις, ἔλεος, εἰρήνη ἀπὸ Θεοῦ πατρὸς καὶ Χριστοῦ Ἰησοῦ τοῦ Κυρίου ἡμῶν.

ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Β’ Α´ 8 – 18

8 μὴ οὖν ἐπαισχυνθῇς τὸ μαρτύριον τοῦ Κυρίου ἡμῶν μηδὲ ἐμὲ τὸν δέσμιον αὐτοῦ, ἀλλὰ συγκακοπάθησον τῷ εὐαγγελίῳ κατὰ δύναμιν Θεοῦ, 9 τοῦ σώσαντος ἡμᾶς καὶ καλέσαντος κλήσει ἁγίᾳ, οὐ κατὰ τὰ ἔργα ἡμῶν, ἀλλὰ κατ’ ἰδίαν πρόθεσιν καὶ χάριν, τὴν δοθεῖσαν ἡμῖν ἐν Χριστῷ Ἰησοῦ πρὸ χρόνων αἰωνίων, 10 φανερωθεῖσαν δὲ νῦν διὰ τῆς ἐπιφανείας τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, καταργήσαντος μὲν τὸν θάνατον, φωτίσαντος δὲ ζωὴν καὶ ἀφθαρσίαν διὰ τοῦ εὐαγγελίου, 11 εἰς ὃ ἐτέθην ἐγὼ κήρυξ καὶ ἀπόστολος καὶ διδάσκαλος ἐθνῶν. 12 δι’ ἣν αἰτίαν καὶ ταῦτα πάσχω, ἀλλ’ οὐκ ἐπαισχύνομαι· οἶδα γὰρ ᾧ πεπίστευκα, καὶ πέπεισμαι ὅτι δυνατός ἐστι τὴν παραθήκην μου φυλάξαι εἰς ἐκείνην τὴν ἡμέραν.

13 ὑποτύπωσιν ἔχε ὑγιαινόντων λόγων ὧν παρ’ ἐμοῦ ἤκουσας, ἐν πίστει καὶ ἀγάπῃ τῇ ἐν Χριστῷ Ἰησοῦ· 14 τὴν καλὴν παραθήκην φύλαξον διὰ Πνεύματος ἁγίου τοῦ ἐνοικοῦντος ἐν ἡμῖν. 15 Οἶδας τοῦτο, ὅτι ἀπεστράφησάν με πάντες οἱ ἐν τῇ Ἀσίᾳ, ὧν ἐστι Φύγελος καὶ Ἑρμογένης. 16 δῴη ἔλεος ὁ Κύριος τῷ Ὀνησιφόρου οἴκῳ, ὅτι πολλάκις με ἀνέψυξε καὶ τὴν ἅλυσίν μου οὐκ ἐπαισχύνθη, 17 ἀλλὰ γενόμενος ἐν Ρώμῃ σπουδαιότερον ἐζήτησέ με καὶ εὗρε· 18 δῴη αὐτῷ ὁ Κύριος εὑρεῖν ἔλεος παρὰ Κυρίου ἐν ἐκείνῃ τῇ ἡμέρᾳ· καὶ ὅσα ἐν Ἐφέσῳ διηκόνησε, βέλτιον σὺ γινώσκεις.

Εκκλησιαστική γιορτή σήμερα Παρασκευή 16 Δεκεμβρίου 2022

Προφήτης Αγγαίος

Αγία Θεοφανώ η Θαυματουργή σύζυγος του βασιλιά Λέοντα του σοφού

Άγιος Μόδεστος Αρχιεπίσκοπος Ιεροσολύμων

Άγιος Μαρίνος

Άγιοι Πρόβος και Ιλάριος

Άγιος Μέμνων Αρχιεπίσκοπος Εφέσου

Άγιος Νικόλαος Β’ Χρυσοβέργης

Ανάμνηση των εγκαινίων του ναού του Αγίου Χριστοφόρου κοντά στον Άγιο Πολύευκτο

Άγιος Συμεών Αρχιεπίσκοπος Αντιοχείας

Αγία Δόμνα του Τόμσκ η δια Χριστόν σαλή

Ποιοι γιορτάζουν σήμερα Παρασκευή 16 Δεκεμβρίου 2022

Θεοφανώ, Μόδεστος