Το Ευαγγέλιο σήμερα Δευτέρα 6 Νοεμβρίου 2023, με Ερμηνευτική απόδοση Παναγιώτη Τρεμπέλα στα νέα ελληνικά.
13 Εἶπε δέ τις αὐτῷ ἐκ τοῦ ὄχλου· Διδάσκαλε, εἰπὲ τῷ ἀδελφῷ μου μερίσασθαι τὴν κληρονομίαν μετ’ ἐμοῦ. 14 ὁ δὲ εἶπεν αὐτῷ· Ἄνθρωπε, τίς με κατέστησε δικαστὴν ἢ μεριστὴν ἐφ’ ὑμᾶς; 15 εἶπε δὲ πρὸς αὐτούς· Ὁρᾶτε καὶ φυλάσσεσθε ἀπὸ πάσης πλεονεξίας· ὅτι οὐκ ἐν τῷ περισσεύειν τινὶ ἡ ζωὴ αὐτοῦ ἐστιν ἐκ τῶν ὑπαρχόντων αὐτοῦ.
22 Εἶπε δὲ πρὸς τοὺς μαθητάς αὐτοῦ· Διὰ τοῦτο λέγω ὑμῖν, μὴ μεριμνᾶτε τῇ ψυχῇ ὑμῶν τί φάγητε, μηδὲ τῷ σώματι ὑμῶν τί ἐνδύσησθε. 23 οὐχὶ ἡ ψυχὴ πλεῖόν ἐστι τῆς τροφῆς καὶ τὸ σῶμα τοῦ ἐνδύματος; 24 κατανοήσατε τοὺς κόρακας, ὅτι οὐ σπείρουσιν οὐδὲ θερίζουσιν, οἷς οὐκ ἔστι ταμεῖον οὐδὲ ἀποθήκη, καὶ ὁ Θεὸς τρέφει αὐτούς· πόσῳ μᾶλλον ὑμεῖς διαφέρετε τῶν πετεινῶν; 25 τίς δὲ ἐξ ὑμῶν μεριμνῶν δύναται προσθεῖναι ἐπὶ τὴν ἡλικίαν αὐτοῦ πῆχυν ἕνα; 26 εἰ οὖν οὔτε ἐλάχιστον δύνασθε, τί περὶ τῶν λοιπῶν μεριμνᾶτε;
27 κατανοήσατε τὰ κρίνα πῶς αὐξάνει· οὐ κοπιᾷ οὐδὲ νήθει· λέγω δὲ ὑμῖν, οὐδὲ Σολομὼν ἐν πάσῃ τῇ δόξῃ αὐτοῦ περιεβάλετο ὡς ἓν τούτων. 28 εἰ δὲ τὸν χόρτον τοῦ ἀγροῦ, σήμερον ὄντα καὶ αὔριον εἰς κλίβανον βαλλόμενον, ὁ Θεὸς οὕτως ἀμφιέννυσι, πόσῳ μᾶλλον ὑμᾶς, ὀλιγόπιστοι; 29 καὶ ὑμεῖς μὴ ζητεῖτε τί φάγητε καὶ τί πίητε, καὶ μὴ μετεωρίζεσθε· 30 ταῦτα γὰρ πάντα τὰ ἔθνη τοῦ κόσμου ἐπιζητεῖ· ὑμῶν δὲ ὁ πατὴρ οἶδεν ὅτι χρῄζετε τούτων· 31 πλὴν ζητεῖτε τὴν βασιλείαν τοῦ Θεοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν.
Ερμηνευτική απόδοση Παναγιώτη τρεμπέλα στα νέα ελληνικά
13 Κάποιος δὲ ἀπὸ τὸν λαὸν εἶπεν εἰς αὐτόν· Διδάσκαλε, εἰπὲ εἰς τὸν ἀδελφόν μου νὰ μοιράσῃ μαζί μου τὴν κληρονομία τοῦ πατέρα μας. 14 Ὁ Ἰησοῦς ὅμως τοῦ εἶπεν· Ἄνθρωπε, ποῖος μὲ διώρισε μὲ ἐγκατέστησε δικαστὴν ἢ μοιραστήν σας διὰ νὰ ἐκδώσω ἀπόφασιν ἐπὶ τῆς διαφορᾶς σας ἢ διὰ νὰ ἐπιβλέψω εἰς τὴν τέλεσιν τῆς διανομῆς; 15 Ἐκ τῆς ἀφορμῆς δὲ ταύτης εἶπεν ὁ Κύριος πρὸς αὐτούς, ποὺ τὸν ἤκουαν· προσέχετε καὶ προφυλάσσεσθε ἀπὸ κάθε εἶδος πλεονεξίας. Δὲν συντελεῖ αὕτη εἰς τίποτε διὰ νὰ ἔχετε ἄνετον καὶ χαρούμενη τὴν ζωήν σας. Διότι ἡ ζωὴ τοῦ ἀνθρώπου δὲν ἐξαρτᾶται ἀπὸ τὰ περισσὰ πλούτη καὶ δὲν διατηρεῖται τὰ ὑπάρχοντά του, οὔτε τὰ πολλὰ πλούτη του ἑξασφαλίζουν εἰς αὐτὸν μακροζωίαν καὶ εὐχάριστον ζωήν.
22 Εἶπε δὲ πρὸς τοὺς μαθητάς του ὁ Κύριος· ἀφοῦ ἡ διατήρησις τῆς ζωῆς σας δὲν ἐξαρτᾶται ἀπὸ τὰ ἄφθονα ὑλικὰ ἀγαθά, ἀλλ’ ἀπὸ τὸν Θεόν, διὰ τοῦτο σᾶς λέγω, ὅχι μόνον νὰ μὴ ἐπιδιώκετε τὸ νὰ ἀποκτήσετε πολλά, ἀλλὰ καὶ δι’ αὐτὰ τὰ ἀπαραίτητα καὶ ἀναγκαῖα νὰ μὴ καταλαμβάνεσθε ἀπὸ ἀγωνιώδεις καὶ βασανιστικὰς φροντίδας. Μὴ φροντίζετε μὲ ἀγωνίαν καὶ ἀνησυχίαν διὰ τὴν ζωήν σας, τί θὰ φάγετε, οὔτε διὰ τὸ σῶμα σας, τί θὰ ἐνδυθῆτε. 23 Δὲν ἀξίζει ἡ ζωὴ περισσότερον ἀπὸ τὴν τροφὴν καὶ τὸ σῶμα περισσότερον ἀπὸ τὸ ἔνδυμα; Ἀφοῦ δὲ ὁ Θεός, χωρὶς σεῖς νὰ τὸ περιμένετε, σᾶς ἔδωσε τὴν ζωὴν καὶ τὸ σῶμα, ποὺ ἀξίζουν περισσότερον, θὰ σᾶς δώσῃ καὶ τὴν τροφὴν καὶ τὸ ἔνδυμα, ποὺ ἀξίζουν ὀλιγώτερον.
Ο Απόστολος σήμερα Δευτέρα 6 Νοεμβρίου 2023, με ερμηνευτική απόδοση Π. Τρεμπέλα στα νέα ελληνικά.
1 Παῦλος καὶ Σιλουανὸς καὶ Τιμόθεος τῇ ἐκκλησίᾳ Θεσσαλονικέων ἐν Θεῷ πατρὶ καὶ Κυρίῳ Ἰησοῦ Χριστῷ· χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ καὶ πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ. 2 Εὐχαριστοῦμεν τῷ Θεῷ πάντοτε περὶ πάντων ὑμῶν μνείαν ὑμῶν ποιούμενοι ἐπὶ τῶν προσευχῶν ἡμῶν,
Ερμηνευτική απόδοση Π. Τρεμπέλα στα νέα ελληνικά
1 Παῦλος καὶ Σιλουανὸς καὶ Τιμόθεος πρὸς τὴν Ἐκκλησίαν τῶν Θεσσαλονικέων, τὴν ἐνωμένην μὲ τὸν Θεόν Πατέρα καὶ τὸν Κύριον Ἰησοῦν Χριστόν. Εἴθε νὰ εἶναι εἰς σᾶς χάρις καὶ εἰρήνη ἀπὸ τὸν Θεόν Πατέρα μας καὶ ἀπὸ τὸν Κύριον Ἰησοῦν Χριστόν. 2 Διὰ τὰς πνευματικάς σας προόδους εὐχαριστοῦμεν πάντοτε τὸν Θεόν, ὠσάκις σᾶς ἐνθυμούμεθα εἰς τὰς προσευχάς μας.