Ορθοδοξία

Τετάρτη 17 Αυγούστου 2022: Ευαγγέλιο – Απόστολος – Εορτολόγιο

Τετάρτη 17 Αυγούστου 2022: Ευαγγέλιο - Απόστολος - Εορτολόγιο

Μοιραστείτε το άρθρο

Τετάρτη 17 Αυγούστου 2022: Το Ευαγγέλιο σήμερα – Ο Απόστολος σήμερα – Το Εορτολόγιο σήμερα.

Το Ευαγγέλιο σήμερα

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ ΚΑ´ 28 – 32

28 Τί δὲ ὑμῖν δοκεῖ; ἄνθρωπος τις εἶχε τέκνα δύο, καὶ προσελθὼν τῷ πρώτῳ εἶπεν· τέκνον, ὕπαγε σήμερον ἐργάζου ἐν τῷ ἀμπελῶνί μου. 29 ὁ δὲ ἀποκριθεὶς εἶπεν· οὐ θέλω· ὕστερον δὲ μεταμεληθεὶς ἀπῆλθε. 30 καὶ προσελθὼν τῷ δευτέρῳ εἶπεν ὡσαύτως. ὁ δὲ ἀποκριθεὶς εἶπεν· ἐγώ, κύριε· καὶ οὐκ ἀπῆλθε. 31 τίς ἐκ τῶν δύο ἐποίησε τὸ θέλημα τοῦ πατρός; λέγουσιν αὐτῷ· Ὁ πρῶτος. λέγει αὐτοῖς ὁ Ἰησοῦς· Ἀμὴν λέγω ὑμῖν ὅτι οἱ τελῶναι καὶ αἱ πόρναι προάγουσιν ὑμᾶς εἰς τὴν βασιλείαν τοῦ Θεοῦ.

32 ἦλθε γὰρ πρὸς ὑμᾶς Ἰωάννης ἐν ὁδῷ δικαιοσύνης, καὶ οὐκ ἐπιστεύσατε αὐτῷ· οἱ δὲ τελῶναι καὶ αἱ πόρναι ἐπίστευσαν αὐτῷ· ὑμεῖς δὲ ἰδόντες οὐδὲ μετεμελήθητε ὕστερον τοῦ πιστεῦσαι αὐτῷ.

Ο Απόστολος σήμερα

ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α’ ΙϚ´ 4 – 12

4 ἐὰν δὲ ἄξιον ᾖ τοῦ κἀμὲ πορεύεσθαι, σὺν ἐμοὶ πορεύσονται. 5 Ἐλεύσομαι δὲ πρὸς ὑμᾶς ὅταν Μακεδονίαν διέλθω· Μακεδονίαν γὰρ διέρχομαι· 6 πρὸς ὑμᾶς δὲ τυχὸν παραμενῶ ἢ καὶ παραχειμάσω, ἵνα ὑμεῖς με προπέμψητε οὗ ἐὰν πορεύωμαι. 7 οὐ θέλω γὰρ ὑμᾶς ἄρτι ἐν παρόδῳ ἰδεῖν, ἐλπίζω δὲ χρόνον τινὰ ἐπιμεῖναι πρὸς ὑμᾶς, ἐὰν ὁ Κύριος ἐπιτρέψῃ. 8 ἐπιμενῶ δὲ ἐν Ἐφέσῳ ἕως τῆς πεντηκοστῆς·

9 θύρα γάρ μοι ἀνέῳγε μεγάλη καὶ ἐνεργής, καὶ ἀντικείμενοι πολλοί. 10 Ἐὰν δὲ ἔλθῃ Τιμόθεος, βλέπετε ἵνα ἀφόβως γένηται πρὸς ὑμᾶς· τὸ γὰρ ἔργον Κυρίου ἐργάζεται ὡς κἀγώ· μή τις οὖν αὐτὸν ἐξουθενήσῃ. 11 προπέμψατε δὲ αὐτὸν ἐν εἰρήνῃ, ἵνα ἔλθῃ πρός με· ἐκδέχομαι γὰρ αὐτὸν μετὰ τῶν ἀδελφῶν. 12 Περὶ δὲ Ἀπολλῶ τοῦ ἀδελφοῦ πολλὰ παρεκάλεσα αὐτὸν ἵνα ἔλθῃ πρὸς ὑμᾶς μετὰ τῶν ἀδελφῶν· καὶ πάντως οὐκ ἦν θέλημα ἵνα νῦν ἔλθῃ, ἐλεύσεται δὲ ὅταν εὐκαιρήσῃ.

Το Εορτολόγιο σήμερα 

Άγιος Μύρων
Άγιοι Στράτων, Φίλιππος, Ευτυχιανός και Κυπριανός
Άγιος Δημήτριος ο Μοναχός από τη Σαμαρίνα της Πίνδου

Άγιοι Παύλος και Ιουλιανή και οι μαζί μ’ αυτούς μαρτυρήσαντες Στρατόνικος, Κοδράτος και Ακάκιος οι δήμιοι
Άγιοι Θύρσος, Λεύκιος, Κορωνάτος και η συνοδεία τους
Σύναξη της Υπεραγίας Θεοτόκου εν τοις Αρματίου

Όσιος Αίγλων
Όσιος Ηλίας ο Νέος
Άγιος Μακάριος ο Οσιομάρτυρας

Όσιος Αλύπιος ο Εικονογράφος ο εν Σπηλαίω
Άγιος Γεώργιος ο Προσκυνητής
Άγιοι Ευτύχιος επίσκοπος Γορτύνης, Ευτυχιανός Οσιομάρτυρας και Κασσιανή

Ορθοδοξία online