Ευαγγέλια

Ο Απόστολος σήμερα 12 Μαΐου 2022

Ο Απόστολος σήμερα Πέμπτη 26 Μαΐου 2022

Ο Απόστολος σήμερα, αύριο και κάθε μέρα – Πέμπτη 12 Μαΐου 2022

Αποστολικά Αναγνώσματα 2022

Ο Απόστολος σήμερα Πέμπτη 12 Μαΐου 2022

ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ Η´ 26 – 39

26 Ἄγγελος δὲ Κυρίου ἐλάλησε πρὸς Φίλιππον λέγων· Ἀνάστηθι καὶ πορεύου κατὰ μεσημβρίαν ἐπὶ τὴν ὁδὸν τὴν καταβαίνουσαν ἀπὸ Ἱερουσαλὴμ εἰς Γάζαν· αὕτη ἐστὶν ἔρημος. 27 καὶ ἀναστὰς ἐπορεύθη. καὶ ἰδοὺ ἀνὴρ Αἰθίοψ εὐνοῦχος δυνάστης Κανδάκης τῆς βασιλίσσης Αἰθιόπων, ὃς ἦν ἐπὶ πάσης τῆς γάζης αὐτῆς, ὃς ἐληλύθει προσκυνήσων εἰς Ἱερουσαλήμ. 28 ἦν τε ὑποστρέφων καὶ καθήμενος ἐπὶ τοῦ ἅρματος αὐτοῦ, καὶ ἀνεγίνωσκε τὸν προφήτην Ἡσαΐαν. 29 εἶπε δὲ τὸ Πνεῦμα τῷ Φιλίππῳ· Πρόσελθε καὶ κολλήθητι τῷ ἅρματι τούτῳ.

30 προσδραμὼν δὲ ὁ Φίλιππος ἤκουσεν αὐτοῦ ἀναγινώσκοντος τὸν προφήτην Ἡσαΐαν, καὶ εἶπεν· Ἆρά γε γινώσκεις ἃ ἀναγινώσκεις; 31 ὁ δὲ εἶπε· Πῶς γὰρ ἂν δυναίμην, ἐὰν μή τις ὁδηγήσῃ με; παρεκάλεσέ τε τὸν Φίλιππον ἀναβάντα καθίσαι σὺν αὐτῷ. 32 ἡ δὲ περιοχὴ τῆς γραφῆς ἣν ἀνεγίνωσκεν ἦν αὕτη· ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη· καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείραντος αὐτὸν ἄφωνος, οὕτως οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ. 33 ἐν τῇ ταπεινώσει αὐτοῦ ἡ κρίσις αὐτοῦ ἤρθη· τὴν δὲ γενεὰν αὐτοῦ τίς διηγήσεται; ὅτι αἴρεται ἀπὸ τῆς γῆς ἡ ζωὴ αὐτοῦ.

34 ἀποκριθεὶς δὲ ὁ εὐνοῦχος τῷ Φιλίππῳ εἶπε· Δέομαί σου, περὶ τίνος ὁ προφήτης λέγει τοῦτο; περὶ ἑαυτοῦ ἢ περὶ ἑτέρου τινός; 35 ἀνοίξας δὲ ὁ Φίλιππος τὸ στόμα αὐτοῦ καὶ ἀρξάμενος ἀπὸ τῆς γραφῆς ταύτης εὐηγγελίσατο αὐτῷ τὸν Ἰησοῦν. 36 ὡς δὲ ἐπορεύοντο κατὰ τὴν ὁδόν, ἦλθον ἐπί τι ὕδωρ, καί φησιν ὁ εὐνοῦχος· Ἰδοὺ ὕδωρ· τί κωλύει με βαπτισθῆναι; 37 εἶπε δὲ ὁ Φίλιππος· εἰ πιστεύεις ἐξ ὅλης τῆς καρδίας, ἔξεστιν. ἀποκριθεὶς δὲ εἶπε· Πιστεύω τὸν υἱὸν τοῦ Θεοῦ εἶναι τὸν Ἰησοῦν Χριστόν.

38 καὶ ἐκέλευσε στῆναι τὸ ἅρμα, καὶ κατέβησαν ἀμφότεροι εἰς τὸ ὕδωρ, ὅ τε Φίλιππος καὶ ὁ εὐνοῦχος, καὶ ἐβάπτισεν αὐτόν. 39 ὅτε δὲ ἀνέβησαν ἐκ τοῦ ὕδατος, Πνεῦμα Κυρίου ἥρπασε τὸν Φίλιππον, καὶ οὐκ εἶδεν αὐτὸν οὐκέτι ὁ εὐνοῦχος· ἐπορεύετο γὰρ τὴν ὁδὸν αὐτοῦ χαίρων.

Ερμηνευτική μετάφραση – απόδοση – στα ελληνικά  

ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ Η´ 26 – 39

26 Ἄγγελος δὲ Κυρίου ἐλάλησεν εἰς τὸν Φίλιππον καὶ εἶπε· Σήκω καὶ πήγαινε πρὸς νότον, εἰς τὸν δρόμον, ποὺ κατεβαίνει ἀπὸ τὴν Ἱερουσαλὴμ εἰς τὴν Γάζαν. Ὁ δρόμος αὐτὸς εἶναι ἔρημος καὶ δὲν συχνάζεται ἀπὸ διαβάτας. 27 Μ’ ὅλα ταῦτα ὁ Φίλιππος ἐσηκώθη καὶ ἐπῆγεν εἰς τὸν δρόμον ἐκεῖνον τὸν ἔρημον, ὑπακούων εἰς τὴν διαταγὴν τοῦ Ἀγγέλου. Καὶ ἰδοὺ ἄνθρωπος Αἰθίοψ, εὐνοῦχος, ἀνώτερος ἀξιωματικὸς καὶ αὐλικὸς τῆς Κανδάκης, τῆς βασιλίσσης τῶν Αἰθιόπων, ὁ ὁποῖος ἦτο διευθυντὴς καὶ διαχειριστὴς ἐφ’ ὅλου τοῦ θησαυροῦ καὶ τῶν οἰκονομικῶν αὐτῆς, καὶ ὁ ὁποῖος εἶχεν ἔλθει διὰ νὰ προσκυνήσῃ εἰς Ἱερουσαλήμ, διότι φαίνεται, ὅτι ἦτο προσήλυτος. 28 Ἐπέστρεφε δὲ τὴν στιγμὴν ἐκείνην εἰς τὴν πατρίδα του καὶ ἐκάθητο ἐπὶ τῆς ἁμάξης του καὶ ἀνεγίνωσκε μεγαλοφώνως τὸν προφήτην Ἡσαΐαν.

29 Εἶπε δὲ τὸ Ἅγιον Πνεῦμα εἰς τὸν Φίλιππον δι’ ἐσωτερικῆς νεύσεως ἐπὶ τῆς καρδίας αὐτοῦ· Πλησίασε καὶ προσκολλήσου εἰς τὴν ἅμαξαν αὐτήν. 30 Ἀφοῦ δὲ ὁ Φίλιππος ἔτρεξε πρὸς τὴν ἅμαξαν καὶ ἐπλησίασε πολὺ εἰς αὐτήν, τὸν ἤκουσε νὰ ἀναγινώσκῃ τὸν προφήτην Ἡσαΐαν καὶ εἶπεν· Ἄρά γε κατανοεῖς αὐτά, ποὺ διαβάζεις; 31 Αὐτὸς δὲ εἶπε· Δὲν τὰ κατανοῶ. Διότι πῶς θὰ ἠδυνάμην νὰ τὰ καταλάβω, ἐὰν δὲν εὑρεθῇ κάποιος νὰ μὲ ὁδηγήσῃ; Καὶ ἐπειδὴ ἀντελήφθη, ὅτι ὁ Φίλιππος ἦτο διατεθειμένος νὰ πράξῃ τοῦτο, παρεκάλεσε αὐτὸν νὰ ἀναβῇ εἰς τὴν ἅμαξαν καὶ νὰ καθήσῃ μαζί του.

32 Τὸ περιεχόμενον δὲ τοῦ χωρίου τῆς Γραφῆς, ποὺ ἀνεγίνωσκεν ὁ εὐνοῦχος, ἦτο τοῦτο: Σὰν πρόβατον ὠδηγήθη εἰς τὴν σφαγὴν καὶ σὰν ἀρνίον, ποὺ παραμένει ἄφωνον ἐμπρὸς εἰς αὐτὸν ποὺ τὸ κουρεύει, ἔτσι δὲν ἀνοίγει τὸ στόμα του. 33 Ὅταν ἔλαβε δούλου μορφὴν καὶ ὑπέβαλεν ἑαυτὸν εἰς ταπείνωσιν, τοῦ ἠρνήθησαν δικαίαν κρίσιν καὶ κατεπάτησαν τὸ δίκαιόν του. Παρὰ ταῦτα ὅμως δὲν ἐξηφανίσθη, οὔτε ἔσβησε τὸ ὄνομά του. Ποῖος ἡμπορεῖ ἐπαξίως νὰ διηγηθῇ περὶ τοῦ πλήθους καὶ τῆς ἐνδόξου εὐγενείας τῶν πνευματικῶν του ἀπογόνων; Διότι ἐσηκώθη μὲν διὰ βιαίου θανάτου ἡ ζωή του ἀπὸ τὴν γῆν, ἀνυψώθη ὅμως μετὰ τὴν Ἀνάστασίν του καὶ ὑπερανέβη τοὺς οὐρανούς. 34 Ἔλαβε δὲ τὸν λόγον ὁ εὐνοῦχος καὶ εἶπε πρὸς τὸν Φίλιππον· Σὲ παρακαλῶ, ἐξήγησέ μου περὶ ποίου προσώπου λέγει τοὺς λόγους αὐτοὺς ὁ προφήτης; Διὰ τὸν ἑαυτόν του ἢ δι’ ἄλλον τινά;

35 Ἀφοῦ δὲ ἤνοιξε τὸ στόμα του ὁ Φίλιππος καὶ ἤρχισεν ἀπὸ τὸ χωρίον τοῦτο τῆς Γραφῆς, ἐκήρυξεν εἰς αὐτὸν τὸ χαρμόσυνον μήνυμα περὶ τοῦ Ἰησοῦ ὡς Μεσσίου καὶ Λυτρωτοῦ καί, καθὼς φαίνεται ἀπὸ τὰ ἐπακολουθήσαντα, ὡμίλησεν εἰς αὐτὸν καὶ περὶ τοῦ βαπτίσματος ὡς ἀναγκαίου πρὸς σωτηρίαν. 36 Καθὼς δὲ ἐπροχώρουν εἰς τὸν δρόμον, ἔφθασαν εἰς κάποιαν πηγὴν νεροῦ καὶ τότε εἶπεν ὁ εὐνοῦχος· Νά, ἐδῶ ὑπάρχει νερό. Τί μὲ ἐμποδίζει νὰ βαπτισθῶ; 37 Εἶπε δὲ ὁ Φίλιππος· Ἐὰν πιστεύῃς μὲ ὅλην τὴν καρδίαν σου εἰς ὅσα σοῦ εἶπα περὶ τοῦ Ἰησοῦ, εἶναι δυνατὸν νὰ βαπτισθῇς. Ἀπεκρίθη δὲ ὁ εὐνοῦχος καὶ εἶπεν· Πιστεύω ὅτι ὁ Ἰησοῦς Χριστὸς εἶναι ὁ ἐνανθρωπήσας Υἱὸς τοῦ Θεοῦ.

38 Καὶ ἔδωκεν ἀμέσως διαταγὴν νὰ σταθῇ ἡ ἅμαξα. Καὶ κατέβησαν τότε καὶ οἱ δύο εἰς τὴν πηγὴν τοῦ νεροῦ, καὶ ὁ Φίλιππος δηλαδὴ καὶ ὁ εὐνοῦχος. Καὶ ὁ Φίλιππος ἐβάπτισεν αὐτόν. 39 Ὅταν δὲ ἀνέβησαν ἀπὸ τὴν πηγήν, τὸ Πνεῦμα τοῦ Κυρίου ἥρπασεν ὑπερφυσικῶς τὸν Φίλιππον καὶ δὲν τὸν εἶδε πλέον ὁ εὐνοῦχος, διότι ὁ μὲν Φίλιππος ἔσπευσε πρὸς ἀντίθετον κατεύθυνσιν, ὁ δὲ εὐνοῦχος συνέχισε τὸ ταξίδιόν του πρὸς τὴν Αἰθιοπίαν γεμᾶτος χαράν, τὴν ὁποίαν τοῦ ἐδημιούργει ἡ σωτηριώδης γνῶσις ποὺ ἔλαβε καὶ ἡ χάρις τοῦ Πνεύματος, ποὺ μὲ τὸ βάπτισμα τοῦ μετεδόθη.

Χριστός Ανέστη
Ορθοδοξία online