Ευαγγέλια

Ευαγγέλιο Τρίτη 8 Μαρτίου 2022

Το Ευαγγέλιο της Τρίτης 1 Νοεμβρίου 2022

Το Ιερό Ευαγγέλιο για σήμερα Τρίτη 8 Μαρτίου 2022, εορτάζει ο Όσιος Θεοφύλακτος Επίσκοπος Νικομήδειας.

Ευαγγελικά αναγνώσματα 2022

Ευαγγέλιο σήμερα Τρίτη 8 Μαρτίου 2022

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ Ϛ´ 1 – 13

1 Προσέχετε τὴν ἐλεημοσύνην ὑμῶν μὴ ποιεῖν ἔμπροσθεν τῶν ἀνθρώπων πρὸς τὸ θεαθῆναι αὐτοῖς· εἰ δὲ μήγε, μισθὸν οὐκ ἔχετε παρὰ τῷ πατρὶ ὑμῶν τῷ ἐν τοῖς οὐρανοῖς. 2 Ὅταν οὖν ποιῇς ἐλεημοσύνην, μὴ σαλπίσῃς ἔμπροσθέν σου, ὥσπερ οἱ ὑποκριταὶ ποιοῦσιν ἐν ταῖς συναγωγαῖς καὶ ἐν ταῖς ῥύμαις, ὅπως δοξασθῶσιν ὑπὸ τῶν ἀνθρώπων· ἀμὴν λέγω ὑμῖν, ἀπέχουσι τὸν μισθὸν αὐτῶν. 3 σοῦ δὲ ποιοῦντος ἐλεημοσύνην μὴ γνώτω ἡ ἀριστερά σου τί ποιεῖ ἡ δεξιά σου, 4 ὅπως ᾖ σου ἡ ἐλεημοσύνη ἐν τῷ κρυπτῷ· καὶ ὁ πατήρ σου ὁ βλέπων ἐν τῷ κρυπτῷ ἀποδώσει σοι ἐν τῷ φανερῷ. 5 Καὶ ὅταν προσεύχῃ, οὐκ ἔσῃ ὡς οἱ ὑποκριταί· ὅτι φιλοῦσιν ἐν ταῖς συναγωγαῖς καὶ ἐν ταῖς γωνίαις τῶν πλατειῶν ἑστῶτες προσεύχεσθαι, ὅπως ἄν φανῶσι τοῖς ἀνθρώποις· ἀμὴν λέγω ὑμῖν, ὅτι ἀπέχουσι τὸν μισθὸν αὐτῶν. 6 σὺ δὲ ὅταν προσεύχῃ, εἴσελθε εἰς τὸ ταμιεῖόν σου καὶ κλείσας τὴν θύραν σου πρόσευξαι τῷ πατρί σου τῷ ἐν τῷ κρυπτῷ· καὶ ὁ πατήρ σου ὁ βλέπων ἐν τῷ κρυπτῷ ἀποδώσει σοι ἐν τῷ φανερῷ. 7 Προσευχόμενοι δὲ μὴ βαττολογήσητε ὥσπερ οἱ ἐθνικοί, δοκοῦσι γὰρ ὅτι ἐν τῇ πολυλογίᾳ αὐτῶν εἰσακουσθήσονται. 8 μὴ οὖν ὁμοιωθῆτε αὐτοῖς· οἶδε γὰρ ὁ πατὴρ ὑμῶν ὧν χρείαν ἔχετε πρὸ τοῦ ὑμᾶς αἰτῆσαι αὐτόν. 9 Οὕτως οὖν προσεύχεσθε ὑμεῖς· Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· 10 ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. 11 τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· 12 καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· 13 καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ. ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα εἰς τοὺς αἰῶνας· ἀμήν.

 

Ερμηνευτική μετάφραση – απόδοση – στα ελληνικά Παναγιώτη Τρεμπέλα

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ Ϛ´ 1 – 13

1 Προσέχετε νὰ μὴ κάνετε τὴν ἐλεημοσύνην σας ἐμπρὸς εἰς τοὺς ἀνθρώπους, διὰ νὰ σᾶς ἴδουν καὶ σᾶς θαυμάσουν.Εἰ δ’ ἄλλως ἀνταμοιβὴν δὲν ἔχετε πλησίον τοῦ Πατρός σας, ποὺ εἶναι εἰς τοὺς οὐρανούς. 2 Ὅταν λοιπὸν κάνῃς ἐλεημοσύνην, μὴ τὸ διαφημίσῃς σὰν μὲ σάλπιγγα, ποὺ σημαίνει ἐμπρὸς ἀπὸ σέ, καθὼς κάνουν οἱ ὑποκριταὶ εἰς τὰς συναγωγὰς καὶ εἰς τοὺς δρόμους, διὰ νὰ δοξασθοῦν ἀπὸ τοὺς ἀνθρώπους.Ἀληθῶς σᾶς λέγω, ὅτι ἐπῆραν ἐξ ὁλοκλήρου τὴν ἀμοιβήν των, εἶναι δὲ αὐτὴ ὁ παρὰ τῶν ἂνθρώπων ἔπαινος, ποὺ ἐπεδίωξαν. 3 Σὺ ὅμως, ὅταν κάνῃς ἐλεημοσύνην, ἂς μὴ μάθῃ τὸ ἀριστερό σου χέρι, τὶ κάνει τὸ δεξί σου χέρι, 4 διὰ νὰ μείνῃ ἡ ἐλεημοσύνη σου εἰς τὰ κρυφά.Καὶ ὁ Πατήρ σου, ποὺ βλέπει εἰς τὰ κρυφά, θὰ σοῦ δώσῃ τὴν ἀμοιβὴν εἰς τὰ φανερά. 5 Καὶ ὅταν προσεύχεσαι, δὲν πρέπει νὰ εἶσαι, καθὼς εἶναι οἱ ὑποκριταί.Διότι τοὺς ἀρέσει νὰ στέκωνται ὄρθιοι εἰς τὰς συναγωγὰς καὶ εἰς τὰς γωνίας τῶν πλατειῶν καὶ νὰ προσεύχονται, διὰ νὰ φανοῦν εἰς τοὺς ἀνθρώπους.Ἀληθῶς σᾶς λέγω, λαμβάνουν ἐδῶ ἐξ ὁλοκλήρου τὴν ἀμοιβήν τους. 6 Σὺ ὅμως, ὅταν πρόκειται νὰ προσευχηθῇς, ἔμβα εἰς τὸ ἰδιαίτερον σου δωμάτιον, καὶ ἀφοῦ κλείσῃς τὴν θύραν σου κάμε τὴν προσευχήν σου εἰς τὸν Πατέρα σου, ποὺ εἶναι ἀόρατος καὶ κρυμμένος· καὶ ὁ Πατήρ σου, ποὺ βλέπει εἰς τὰ κρυφά, θὰ σοῦ ἀποδώσῃ τὴν ἀνταμοιβήν σου εἰς τὰ φανερά.

7 Ὅταν δὲ προσεύχεσθε, μὴ ζητεῖτε μὲ μηχανικὴν καὶ δεισιδαίμονα ἐπανάληψιν λέξεων, ποὺ δὲν τὰς παρακολουθεῖ ἢ καὶ δὲν τὰς κατανοεῖ ἡ διάνοιά σας, αἰτήματα ἀνόητα, καθὼς κάνουν οἱ ἐθνικοί.Διότι αὐτοὶ φαντάζονται, ὅτι ἡ ἀνόητος πολυλογία των θὰ ἐπιδράσῃ μαγικῶς καὶ θὰ εἰσακουσθοῦν. 8 Μὴ γίνετε λοιπὸν ὅμοιοι πρὸς αὐτούς.Διότι ὁ Πατήρ σας γνωρίζει ἐκεῖνα, ποὺ ἔχετε ἀνάγκην, προτοῦ σεῖς νὰ τοῦ τὰ ζητήσετε. 9 Σεῖς λοιπὸν κατ’ ἀντίθεσιν πρὸς τοὺς ἐθνικοὺς πρέπει νὰ προσεύχεσθε κατὰ τὸν ἀκόλουθον τρόπον· Πατέρα μας, ποὺ εἶσαι πανταχοῦ παρών, ἀλλ’ ἐξαιρετικὰ εἰς τοὺς οὐρανοὺς δεικνύεις τὴν παρουσίαν σου, ἂς ἀναγνωρισθῇ ἡ ἁγιότης σου, ὥστε νὰ δοξασθῇ καὶ νὰ λατρευθῇ ἀξίως τὸ Ὄνομά σου. 10 Εἴθε νὰ ἔλθῃ ἡ βασιλεία σου διὰ τῆς ἐλευθέρας καὶ προθύμου μου ὑποταγῆς πάντων τῶν ἀνθρώπων εἰς σέ, ὥστε διὰ τῆς ὑπακοῆς των εἰς τὰ προστάγματά σου νὰ γίνουν οὗτοι πραγματικοὶ καὶ ἐξ ὁλοκλήρου ἀφωσιωμένοι ὑπήκοοί σου.Εἴθε νὰ γίνῃ τὸ θέλημά σου καὶ ἐπὶ τῆς γῆς ἀπὸ τοὺς ἀνθρώπους, ὅπως γίνεται τοῦτο εἰς τὸν οὐρανὸν ἀπὸ τοὺς ἀγγέλους καὶ ἁγίους. 11 Τὸν ἄρτον μας, τὸν καθημερινὸν καὶ ἀναγκαῖον διὰ τὴν συντήρησιν τῆς οὐσίας καὶ ὑπάρξεως μας, δός μάς τον σήμερα. 12 Καὶ συγχώρησέ μας τὰ ὅσα σοῦ χρεωστοῦμεν λόγῳ τῶν ἀριθμήτων ἁμαρτιῶν μας, καθὼς καὶ ἡμεῖς συγχωροῦμεν ἐκείνους, ποὺ μᾶς εἶναι χρεῶσται λόγῳ ἀδικημάτων, ποὺ μᾶς ἔκαμαν. 13 Καὶ μὴ ἐπιτρέψῃς νὰ πέσωμεν εἰς πειρασμόν, ἀλλὰ γλὺτωσέ μας ἀπὸ τὸν πονηρόν, ποὺ μᾶς πολεμεῖ.Ζητοῦμεν δὲ αὐτὰ ἀπὸ Σέ, διότι ἰδική σου εἶναι ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα εἰς τοὺς ἀτελευτήτους αἰῶνας.Ἀμήν.

 

Αγιογραφικό ανάγνωσμα Τρίτη 8 Μαρτίου 2022

ΗΣΑΪΑΣ Α´ 19 – 31

19 καὶ ἐὰν θέλητε καὶ εἰσακούσητέ μου, τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε· 20 ἐὰν δὲ μὴ θέλητε, μηδὲ εἰσακούσητέ μου, μάχαιρα ὑμᾶς κατέδεται· τὸ γὰρ στόμα Κυρίου ἐλάλησε ταῦτα. 21 Πῶς ἐγένετο πόρνη πόλις πιστὴ Σιών, πλήρης κρίσεως, ἐν ᾗ δικαιοσύνη ἐκοιμήθη ἐν αὐτῇ, νῦν δὲ φονευταί. 22 τὸ ἀργύριον ὑμῶν ἀδόκιμον· οἱ κάπηλοί σου μίσγουσι τὸν οἶνον ὕδατι· 23 οἱ ἄρχοντές σου ἀπειθοῦσι, κοινωνοὶ κλεπτῶν ἀγαπῶντες δῶρα, διώκοντες ἀνταπόδομα, ὀρφανοῖς οὐ κρίνοντες καὶ κρίσιν χηρῶν οὐ προσέχοντες. 24 διὰ τοῦτο τάδε λέγει Κύριος ὁ δεσπότης σαβαώθ, ὁ δυνάστης τοῦ ᾿Ισραήλ· οὐαὶ τοῖς ἰσχύουσιν ἐν ῾Ιερουσαλήμ· οὐ παύσεται γάρ μου ὁ θυμὸς ἐν τοῖς ὑπεναντίοις, καὶ κρίσιν ἐκ τῶν ἐχθρῶν μου ποιήσω. 25 καὶ ἐπάξω τὴν χεῖρά μου ἐπὶ σὲ καὶ πυρώσω σε εἰς καθαρόν, τοὺς δὲ ἀπειθοῦντας ἀπολέσω καὶ ἀφελῶ πάντας ἀνόμους ἀπὸ σοῦ καὶ πάντας ὑπηφάνους ταπεινώσω. 26 καὶ ἐπιστήσω τοὺς κριτάς σου ὡς τὸ πρότερον καὶ τοὺς συμβούλους σου ὡς τὸ ἀπ᾿ ἀρχῆς· καὶ μετὰ ταῦτα κληθήσῃ πόλις δικαιοσύνης, μητρόπολις πιστὴ Σιών. 27 μετὰ γὰρ κρίματος σωθήσεται ἡ αἰχμαλωσία αὐτῆς καὶ μετὰ ἐλεημοσύνης. 28 καὶ συντριβήσονται οἱ ἄνομοι καὶ οἱ ἁμαρτωλοὶ ἅμα, καὶ οἱ ἐγκαταλιπόντες τὸν Κύριον συντελεσθήσονται. 29 διότι αἰσχυνθήσονται ἐν τοῖς εἰδώλοις αὐτῶν, ἃ αὐτοὶ ἠβούλοντο, καὶ ἐπαισχυνθήσονται ἐπὶ τοῖς κήποις αὐτῶν, ἃ ἐπεθύμησαν. 30 ἔσονται γὰρ ὡς τερέβινθος ἀποβεβληκυῖα τὰ φύλλα καὶ ὡς παράδεισος ὕδωρ μὴ ἔχων· 31 καὶ ἔσται ἡ ἰσχὺς αὐτῶν ὡς καλάμη στιππύου καὶ αἱ ἐργασίαι αὐτῶν ὡς σπινθῆρες πυρός, καὶ κατακαυθήσονται οἱ ἄνομοι καὶ οἱ ἁμαρτωλοὶ ἅμα, καὶ οὐκ ἔσται ὁ σβέσων.

ΗΣΑΪΑΣ Β´ 1 – 3

1 Ο λόγος ὁ γενόμενος παρὰ Κυρίου πρὸς ῾Ησαΐαν υἱὸν ᾿Αμὼς περὶ τῆς ᾿Ιουδαίας καὶ περὶ ῾Ιερουσαλήμ. 2 ῞Οτι ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις ἐμφανὲς τὸ ὄρος Κυρίου καὶ ὁ οἶκος τοῦ Θεοῦ ἐπ᾿ ἄκρων τῶν ὀρέων καὶ ὑψωθήσεται ὑπεράνω τῶν βουνῶν· καὶ ἥξουσιν ἐπ᾿ αὐτὸ πάντα τὰ ἔθνη, 3 καὶ πορεύσονται ἔθνη πολλὰ καὶ ἐροῦσι· δεῦτε καὶ ἀναβῶμεν εἰς τὸ ὄρος Κυρίου καὶ εἰς τὸν οἶκον τοῦ Θεοῦ ᾿Ιακώβ, καὶ ἀναγγελεῖ ἡμῖν τὴν ὁδὸν αὐτοῦ, καὶ πορευσόμεθα ἐν αὐτῇ· ἐκ γὰρ Σιὼν ἐξελεύσεται νόμος καὶ λόγος Κυρίου ἐξ ῾Ιερουσαλήμ.

ΓΕΝΕΣΙΣ Α´ 14 – 23

14 Καὶ εἶπεν ὁ Θεός· γενηθήτωσαν φωστῆρες ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ εἰς φαῦσιν ἐπὶ τῆς γῆς, τοῦ διαχωρίζειν ἀνὰ μέσον τῆς ἡμέρας καὶ ἀνὰ μέσον τῆς νυκτός· καὶ ἔστωσαν εἰς σημεῖα καὶ εἰς καιροὺς καὶ εἰς ἡμέρας καὶ εἰς ἐνιαυτούς· 15 καὶ ἔστωσαν εἰς φαῦσιν ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ, ὥστε φαίνειν ἐπὶ τῆς γῆς. καὶ ἐγένετο οὕτως. 16 καὶ ἐποίησεν ὁ Θεὸς τοὺς δύο φωστῆρας τοὺς μεγάλους, τὸν φωστῆρα τὸν μέγαν εἰς ἀρχὰς τῆς ἡμέρας καὶ τὸν φωστῆρα τὸν ἐλάσσω εἰς ἀρχὰς τῆς νυκτός, καὶ τοὺς ἀστέρας. 17 καὶ ἔθετο αὐτοὺς ὁ Θεὸς ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ, ὥστε φαίνειν ἐπὶ τῆς γῆς 18 καὶ ἄρχειν τῆς ἡμέρας καὶ τῆς νυκτὸς καὶ διαχωρίζειν ἀνὰ μέσον τοῦ φωτὸς καὶ ἀνὰ μέσον τοῦ σκότους. καὶ εἶδεν ὁ Θεός, ὅτι καλόν. 19 καὶ ἐγένετο ἑσπέρα καὶ ἐγένετο πρωΐ, ἡμέρα τετάρτη. 20 Καὶ εἶπεν ὁ Θεός· ἐξαγαγέτω τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν καὶ πετεινὰ πετόμενα ἐπὶ τῆς γῆς κατὰ τὸ στερέωμα τοῦ οὐρανοῦ. καὶ ἐγένετο οὕτως. 21 καὶ ἐποίησεν ὁ Θεὸς τὰ κήτη τὰ μεγάλα καὶ πᾶσαν ψυχὴν ζῴων ἑρπετῶν, ἃ ἐξήγαγε τὰ ὕδατα κατὰ γένη αὐτῶν, καὶ πᾶν πετεινὸν πτερωτὸν κατὰ γένος. καὶ εἶδεν ὁ Θεός, ὅτι καλά. 22 καὶ εὐλόγησεν αὐτὰ ὁ Θεός, λέγων· αὐξάνεσθε καὶ πληθύνεσθε καὶ πληρώσατε τὰ ὕδατα ἐν ταῖς θαλάσσαις, καὶ τὰ πετεινὰ πληθυνέσθωσαν ἐπὶ τῆς γῆς. 23 καὶ ἐγένετο ἑσπέρα καὶ ἐγένετο πρωΐ, ἡμέρα πέμπτη.

ΠΑΡΟΙΜΙΑΙ ΣΟΛΟΜΩΝΤΟΣ Α´ 20 – 33

20 Σοφία ἐν ἐξόδοις ὑμνεῖται, ἐν δὲ πλατείαις παρρησίαν ἄγει· 21 ἐπ᾿ ἄκρων τειχέων κηρύσσεται, ἐπὶ δὲ πύλαις δυναστῶν παρεδρεύει, ἐπὶ δὲ πύλαις πόλεως θαρροῦσα λέγει· 22 ὅσον ἂν χρόνον ἄκακοι ἔχωνται τῆς δικαιοσύνης, οὐκ αἰσχυνθήσονται· οἱ δὲ ἄφρονες, τῆς ὕβρεως ὄντες ἐπιθυμηταί, ἀσεβεῖς γενόμενοι ἐμίσησαν αἴσθησιν 23 καὶ ὑπεύθυνοι ἐγένοντο ἐλέγχοις, ἰδοὺ προήσομαι ὑμῖν ἐμῆς πνοῆς ρῆσιν, διδάξω δὲ ὑμᾶς τὸν ἐμὸν λόγον. 24 ἐπειδὴ ἐκάλουν καὶ οὐχ ὑπηκούσατε καὶ ἐξέτεινα λόγους καὶ οὐ προσείχετε, 25 ἀλλὰ ἀκύρους ἐποιεῖτε ἐμᾶς βουλάς, τοῖς δὲ ἐμοῖς ἐλέγχοις οὐ προσείχετε, 26 τοιγαροῦν κἀγὼ τῇ ὑμετέρᾳ ἀπωλείᾳ ἐπιγελάσομαι, καταχαροῦμαι δὲ ἡνίκα ἔρχηται ὑμῖν ὄλεθρος, 27 καὶ ὡς ἂν ἀφίκηται ὑμῖν ἄφνω θόρυβος, ἡ δὲ καταστροφὴ ὁμοίως καταιγίδι παρῇ, καὶ ὅταν ἔρχηται ὑμῖν θλῖψις καὶ πολιορκία ἢ ὅταν ἔρχηται ὑμῖν ὄλεθρος. 28 ἔσται γὰρ ὅταν ἐπικαλέσησθέ με, ἐγὼ δὲ οὐκ εἰσακούσομαι ὑμῶν· ζητήσουσί με κακοί, καὶ οὐχ εὑρήσουσιν· 29 ἐμίσησαν γὰρ σοφίαν, τὸν δὲ λόγον τοῦ Κυρίου οὐ προείλαντο, 30 οὐδὲ ἤθελον ἐμαῖς προσέχειν βουλαῖς, ἐμυκτήριζον δὲ ἐμοὺς ἐλέγχους. 31 τοιγαροῦν ἔδονται τῆς ἑαυτῶν ὁδοῦ τοὺς καρποὺς καὶ τῆς ἑαυτῶν ἀσεβείας πλησθήσονται· 32 ἀνθ᾿ ὧν γὰρ ἠδίκουν νηπίους, φονευθήσονται, καὶ ἐξετασμὸς ἀσεβεῖς ὀλεῖ. 33 ὁ δὲ ἐμοῦ ἀκούων κατασκηνώσει ἐπ᾿ ἐλπίδι καὶ ἡσυχάσει ἀφόβως ἀπὸ παντὸς κακοῦ.

 

Ερμηνευτική μετάφραση – απόδοση – στα ελληνικά Παναγιώτη Τρεμπέλα

ΗΣΑΪΑΣ Α´ 19 – 31

19 Καὶ ἐὰν θέλετε ἀποφασιστικῶς καὶ μὲ ἀκούσετε μὲ τὴν καρδία σας, θὰ φάγετε τὰ ἀγαθὰ τῆς γῆς. 20 Ἐὰν ὅμως δὲν θέλετε, οὔτε μὲ εἰσακούσετε, μάχαιρα θὰ σᾶς καταφάγῃ.Θὰ συμβοῦν δὲ ταῦτα ἀσφαλῶς.Διότι τὸ στόμα τοῦ Κυρίου ἐλάλησεν αὐτά. 21 Πῶς διὰ τῆς ἀποστασίας της ἀπὸ τὸν οὐράνιον Νυμφίον ἔγινε πόρνη ἡ ἄλλοτε πιστὴ καὶ ἀφωσιωμένη εἰς Αὐτὸν πόλις Σιών, ἡ γεμάτη δικαιοσύνην, ἐν τῇ ὁποῖα μονίμως εἶχεν ἐγκαθιδρυθῆ καὶ ἀναπαυθῆ ἡ δικαιοσύνη, τώρα δὲ ἐγκατεστάθησαν φονεῖς! 22 Τὰ ἀργυρᾶ σας νομίσματα εἶναι κίβδηλα, οἱ δὲ οἰνοπῶλαι σου ἀναμειγνύουν τὸν οἶνον μὲ νερό. 23 Οἱ ἄρχοντές σου ἀπειθοῦν εἰς τὸν Θεὸν καὶ εἰς τὸν Νόμον εἶναι συμμέτοχοι τῶν κλεπτῶν, ἀγαπῶντες τὰ δῶρα καὶ ἐπιδιώκοντες τὰς ἀμοιβάς, μὴ ἀποδιδόντες τὸ δίκαιον εἰς τοὺς ὀρφανοὺς καὶ μὴ διδόντες προσοχὴν εἰς τὸ δίκαιον τῶν χηρῶν. 24 Δι’ αὐτό, διότι δηλαδή οἱ ἄρχοντές σου ἐμμένουν εἰς τὸ κακὸν καὶ εἰς τὴν πονηρίαν, αὐτὰ λέγει ὁ Κύριος, ὁ δεσπότης τῶν πνευμάτων, ὁ ἰσχυρὸς ἐξουσιαστὴς τοῦ Ἰσραήλ: Ἀλλοίμονον εἰς τοὺς ἄρχοντας τῆς Ἱερουσαλήμ· διότι δὲν θὰ παύσῃ, οὔτε θὰ καταπραϋνθῇ ὁ θυμός μου κατὰ τῶν ἀντιπάλων μου τούτων, καὶ θὰ κάμω κρίσιν ἐκδικούμενος καὶ τιμωρῶν τοὺς ἐχθρούς μου αὐτούς.

25 Καὶ θὰ ἀπλώσω τὴν χεῖρά μου ἐπάνω σου καὶ θὰ σὲ ὑποβάλω εἰς τὸ πῦρ τῆς τιμωρίας καὶ τῶν δοκιμασιῶν μου πρὸς κάθαρσιν αὐτοὺς δέ, οἱ ὁποῖοι ἀπειθοῦν, θὰ τοὺς καταστρέψω καὶ θὰ ἀφανίσω ὅλους τοὺς παραβάτας τοῦ Νόμου ἀπὸ σέ, καὶ ὅλους τοὺς ὑπερηφάνους θὰ τοὺς ταπεινώσω. 26 Καὶ θὰ ἐπαναφέρω τοὺς δικαστὰς καὶ κριτάς σου, ὁποῖοι ἦσαν προτήτερα, ἐπὶ Δαβὶδ καὶ Σολομῶντος, καὶ τοὺς συμβούλους σου, ὅπως ἦσαν ἐξ ἀρχῆς· καὶ μετὰ ταῦτα θὰ κληθῇς πόλις δικαιοσύνης, ἡ Σιὼν ἡ πρωτεύουσα, ποὺ μένει πιστὴ εἰς τὸν Θεόν. 27 Διότι μετὰ τῆς πρὸς κάθαρσιν ἐπιβληθησομένης τιμωρίας οἱ ἐν τῇ αἰχμαλωσίᾳ διαφυλαχθησόμενοι θὰ σωθοῦν καὶ θὰ ἐπιστρέψουν χάρις εἰς τὸ ἔλεος, τὸ ὁποῖον θὰ ἐπιδειχθῇ ὑπὸ τοῦ Θεοῦ. 28 Καὶ θὰ συντριβοῦν τότε οἱ ἀσεβεῖς περιφρονηταὶ καὶ καταπατηταὶ τοῦ Νόμου καὶ οἱ παραβάται αὐτοῦ ἁμαρτωλοὶ ὅλοι μαζί, καὶ ὅσοι ἐγκατέλιπον τὸν Κύριον θὰ ἐξολοθρευθοῦν τελείως. 29 Καὶ θὰ καταστραφοῦν, διότι θὰ ἐντροπιασθοῦν ἀπὸ τὰ εἴδωλά των, τὰ ὁποῖα αὐτοὶ ἤθελαν καὶ εἰς τὰ ὁποῖα ἤλπιζαν, καὶ θὰ καταισχυνθοῦν διὰ τὰ ἱερά των ἄλση, τὰ ὁποῖα ἐπεθύμησαν καὶ εἰς τὰ ὁποῖα ηὐχαριστεῖτο ἡ ψυχή των. 30 Θὰ καταισχυνθοῦν δέ, διότι θὰ εἶναι σὰν τὸ δένδρον Τερέβινθος, ποὺ ἔχει ἀποβάλει ξηρὰ τὰ φύλλα, καὶ ὡσὰν κῆπος, ποὺ δὲν ἔχει νερό. 31 Καὶ θὰ εἶναι ἡ δύναμίς των ὡσὰν τὴν καλαμιὰν τοῦ στουππιοῦ, ποὺ ἀνάβει εὔκολα, καὶ τὰ ἔργα των τὰ εἰδωλολατρικὰ ὡσὰν σπίθες φωτιᾶς· καὶ θὰ κατακαοῦν οἱ καταπατοῦντες τὸν Νόμον καὶ οἱ ἁμαρτωλοὶ συγχρόνως, καὶ δὲν θὰ ὑπάρχῃ κανεὶς διὰ νὰ σβήσῃ τὴν φωτιὰν καὶ νὰ τοὺς σώσῃ.

ΗΣΑΪΑΣ Β´ 1 – 3

1 Η ἀποκάλυψις, ἡ ὁποία ἔγινεν ἀπὸ τὸν Κύριον εἰς τὸν Ἠσαΐαν, τὸν υἱὸν τοῦ Ἀμώς, διὰ τὴν Ἰουδαίαν καὶ διὰ τὴν Ἱερουσαλήμ. 2 Ἐφανέρωσε δὲ ὁ Κύριος ὅτι κατὰ τὰς ἐσχάτας ἡμέρας τῆς μωσαϊκῆς οἰκονομίας, ὅταν πρόκειται ἡ νέα περίοδος τοῦ Μεσσίου νὰ ἀντικαταστήσῃ ταύτην, θὰ γίνῃ περίοπτον καὶ ἐμφανὲς τὸ ὄρος τοῦ Κυρίου καὶ ὁ ἐπ’ αὐτοῦ Ναὸς τοῦ Θεοῦ θὰ ἐμφανισθῇ ὡσὰν νὰ εἶναι κτισμένος εἰς τὴν κορυφὴν τοῦ ὑψηλοτέρου ὄρους· καὶ θὰ ὑψωθῇ ἐπάνω ἀπὸ ὅλα τὰ βουνὰ καὶ θὰ ἔλθουν εἰς αὐτὸ ὅλα τὰ ἔθνη. 3 Καὶ θὰ πορευθοῦν ἔθνη πολλὰ καὶ προτρέποντα τὸ ἕνα τὸ ἄλλο θὰ λέγουν: Ἐμπρός, ἂς ἀναβῶμεν εἰς τὸ ὄρος τοῦ Κυρίου καὶ εἰς τὸν Ναὸν τοῦ Θεοῦ Ἰακώβ, καὶ θὰ μᾶς ἀναγγείλῃ τὸν δρόμον τοῦ θελήματός του, καὶ θὰ συμμορφωθῶμεν πρὸς αὐτὸ βαδίζοντες εἰς τὸν δρόμον αὐτόν· διότι ἀπὸ τὴν Σιὼν θὰ βγῇ νέος Νόμος καὶ ἀπὸ τὴν Ἱερουσαλὴμ θὰ κηρυχθῇ λόγος τοῦ Κυρίου.

ΓΕΝΕΣΙΣ Α´ 14 – 23

14 Καὶ ὁ Θεὸς ἐκφράζων τὴν θείαν καὶ ἀγαθὴν βουλήν του ὡς πρόσταγμα, εἶπε· «νὰ ἐμφανισθοῦν εἰς τὸν οὐράνιον θόλον φωτεινὰ σώματα, διὰ νὰ φωτίζουν τὴν γῆν, διὰ νὰ χωρίζουν τὴν ἡμέραν ἀπὸ τὴν νύκτα καὶ οἱ φωτεινοὶ αὐτοὶ ἀστέρες νὰ εἶναι κατάλληλοι διὰ τὴν ἐπισήμανσιν τῶν μετεωρολογικῶν καὶ καιρικῶν συνθηκῶν, διὰ τὴν κανονικὴν διαδοχὴν καὶ τὴν διάκρισιν τῶν ἐποχῶν τὸ ἔτους καὶ τῶν ἑορτῶν διὰ τὴν ἀρίθμησιν τῶν ἡμερῶν καὶ τῶν ἐτῶν. 15 Καὶ τὰ φωτεινὰ αὐτὰ σώματα νὰ εἶναι φῶτα εἰς τὸν οὐράνιον θόλον, διὰ νὰ φωτίζουν τὸ πρόσωπον τῆς γῆς». Καὶ εὐθὺς ἀμέσως τὸ θεῖον πρόσταγμα ἔγινε ἔργον. 16 Καὶ ὁ Θεὸς διέπλασε καὶ διεμόρφωσε τὰ δύο μεγάλα φωτεινὰ σώματα, τὰ ὁποῖα ἔχουν διαστάσεις τέτοιες, ὥστε ἐπαρκεῖ τὸ φῶς των νὰ καταφωτίζῃ τὸν οὐρανὸν καὶ τὴν γῆν. Διέπλασε καὶ διεμόρφωσε τὸν μεγάλον ἀστέρα, τὸν ἥλιον, διὰ νὰ ἐξουσίαζῃ καὶ βασιλεύῃ μὲ τὸ φῶς καὶ τὴν θερμότητά του κατὰ τὴν ἡμέραν, καὶ τὸν μικρότερον ἀστέρα, τὴν σελήνην, διὰ νὰ ἐξουσιάζῃ καὶ βασιλεύῃ κατὰ τὴν νύκτα μὲ τὸ φῶς, ποὺ τῆς δανείζει ὁ ἥλιος ἐπίσης διέπλασε καὶ διεμόρφωσε καὶ τοὺς ἄλλους ἀστέρας. 17 Καὶ ὁ Θεὸς ἔθεσεν ὅλους αὐτοὺς τοὺς ἀστέρας εἰς τὸν οὐράνιον θόλον καὶ τοὺς ἔταξεν εἰς τροχιὰν κανονικὴν καὶ εἰς ἀνάλογον ἀπόστασιν ἀπὸ τὴν γῆν καὶ μὲ θερμότητα τόσην, ὅση χρειάζεται νὰ τὴν φωτίζουν καὶ νὰ τὴν ζωογονοῦν. 18 Καὶ τοὺς ἔταξε νὰ ἐξουσιάζουν ὁ μὲν ἥλιος κατὰ τὴν ἡμέραν, ὥστε νὰ τὴν καθιστᾷ φαιδροτέραν καὶ λαμπροτέραν, ἡ δὲ σελήνη κατὰ τὴν νύκτα, ὥστε νὰ διαλύῃ τὸ σκοτάδι καὶ νὰ καθιστᾲ τὴν νύκτα ἤρεμον καὶ γλυκεῖαν καὶ ἀκόμη, διὰ να χωρίζουν τὸ φῶς ἀπὸ τὸ σκοτάδι. Καὶ ὁ Θεός, ἀτενίζων τὸ ἔργον του μὲ τὴν ἀνέκφραστον σοφίαν του, εἶδεν ὅτι εἶναι καλόν, ἔτσι ὅπως τὸ εἶχε θελήσει ἡ ἀγαθὴ βουλή του καὶ ὅπως τὸ εἶχε προορίσει.

19 Καὶ ἐπέρασεν ἡ νύκτα καὶ ἦλθε τὸ πρωΐ καὶ ἔκλεισε ἡ τετάρτη ἡμέρα τῆς δημιουργίας τοῦ κόσμου. (Δηλαδὴ ἡ περίοδος ποὺ ἐπέρασε διὰ νὰ ἔλθῃ εἰς πέρας ἡ τετάρτη φάσις τῆς ὑλικῆς δημιουργίας). 20 Καὶ ὁ Θεός, ἐκφράζων τὴν θείαν καὶ ἀγαθὴν βουλήν του ὡς πρόσταγμα, εἶπε· «νὰ βγάλουν, νὰ παραγάγουν καὶ νὰ γεμίσουν τὰ νερὰ τῶν θαλασσῶν μὲ πλῆθος ἀπὸ ζωντανοὺς ὀργανισμούς, ψάρια ζωοτόκα καὶ ὠοτόκα, καὶ ἡ ἀτμόσφαιρα νὰ γεμίσῃ μὲ πλῆθος ἀπὸ πτηνά, τὰ ὁποῖα νὰ πετοῦν μεταξὺ τῆς γῆς καὶ τοῦ οὐρανίου θόλου». Καὶ εὐθὺς ἀμέσως τὸ θεῖον πρόσταγμα ἔγινε ἔργον. 21 Καὶ ὁ Θεὸς ἐδημιούργησεν ἀπὸ τὸ μηδὲν τὰ μεγάλα θαλάσσια κήτη, τὰ ψάρια καὶ ὅλους τοὺς ζωντανοὺς θαλασσίους ὀργανισμούς, ποὺ γλιστροῦν εἰς τὰ νερά, τοὺς ὁποίους κατὰ τὸ θεῖον πρόσταγμα ἔβγαλαν μὲ ἀφθονίαν τὰ νερά, καθένα κατὰ τὸ εἶδος του· ἐπίσης καὶ κάθε εἶδος πτηνοῦ, τὸ ὁποῖον μὲ τὰ πτερά του διασχίζει τοὺς ὁρίζοντες, καθένα κατὰ τὸ εἶδος του. Καὶ ὁ Θεός, ἀτενίζων τὰ ἔργα του μὲ τὴν ἀνέκφραστον σοφίαν του, εἶδεν ὅτι εἶναι καλά, ἔτσι ὅπως τὰ εἶχε θελήσει ἡ ἀγαθὴ βουλή του καὶ ὅπως τὰ εἶχε προορίσει. 22 Καὶ ὁ Θεός, ἐπειδὴ ἤθελε διὰ τῆς πολυγονίας νὰ γεμίσουν τὴν θάλασσαν καὶ νὰ καλύψουν τὴν ξηρὰν καὶ νὰ ἔχουν τὴν ὕπαρξιν παντοτεινήν, τὰ εὐλόγησε καὶ εἶπεν· «ἀναπαράγεσθε, καρποφορεῖτε, μεγαλώνετε, πολλαπλασιάζεσθε καὶ γεμίσετε τὰ νερὰ τῶν θαλασσῶν· καὶ τὰ πτηνά, ποὺ διασχίζουν τοὺς ὁρίζοντες, νὰ πολλαπλασιάζωνται ἐπάνω εἰς τὴν γῆν». 23 Καὶ ἐπέρασεν ἡ νύκτα καὶ ἦλθε τὸ πρωΐ καὶ ἔκλεισεν ἡ πέμπτη ἡμέρα τῆς δημιουργίας τοῦ κόσμου. (Δηλαδὴ ἡ περίοδος ποὺ ἐπέρασε διὰ vὰ ἔλθῃ εἰς πέρας ἡ πέμπτη φάσις τῆς ὑλικῆς δημιουργίας).

ΠΑΡΟΙΜΙΑΙ ΣΟΛΟΜΩΝΤΟΣ Α´ 20 – 33

20 Ἡ σοφία τοῦ Θεοῦ ἀπὸ ὅσους μὲ τὴν πεῖραν των τὴν ἐγνώρισαν, ἐξυμνεῖται δημοσίᾳ εἰς τοὺς δρόμους, ἡ δὲ θεία διδασκαλία της διακηρύττεται μὲ παρρησίαν εἰς τὰς πλατείας. 21 Τὸ κήρυγμά της δὲν γίνεται μέσα ἀπὸ τὰ τείχη, ἀλλὰ διαλαλεῖται ἐπὶ τῶν ἄκρων καὶ ἐπὶ τῶν ἐπάλξεων τῶν τειχῶν, ὥστε νὰ ἀκούεται καὶ να μὴ μένῃ μυστικόν, παραστέκει δὲ εἰς τὰς θύρας τῶν ἀρχόντων, ὥστε νὰ τοὺς σοφίζῃ εἰς τὰ καθήκοντά των κηρύσσεται ὅμως καὶ εἰς τὰς εἰσόδους καὶ εἰς τὰς πύλας τῶν πόλεων, ὅπου γίνονται αἱ συγκεντρώσεις δι’ ἀγοραπωλησίας, διὰ συνοικέσια, διὰ πολιτικὰς συζητήσεις καὶ δικαστικὰς ὑποθέσεις, ἀπευθύνεται δὲ πρὸς ὅλους καὶ λέγει μὲ παρρησίαν: 22 Ἐφ’ ὅσον οἱ ἀπλοὶ καὶ ἀπονήρευτοι θὰ ἀκολουθοῦν τὸν βίον τῆς δικαιοσύνης καὶ τῆς ἀρετῆς, δὲν πρόκειται ποτὲ νὰ ἐντροπιασθοῦν· οἱ δὲ ἁμαρτωλοί, ἐπειδὴ ἐπεθύμησαν τὴν ὑπερήφανον καὶ ὑβριστικὴν ζωὴν τῆς κακίας καὶ κατήντησαν εἰς ἐσχάτην ἀσέβειαν, ἐμίσησαν τὴν σωτηριώδη γνῶσιν τῆς ἀληθείας, 23 καὶ δι’ αὐτὸ ἔγιναν ὑπεύθυνοι καὶ ἄξιοι ἐλέγχων καὶ τιμωριῶν. Ἰδοὺ ἐγώ, ἡ σοφία τοῦ Θεοῦ, σᾶς ἀπευθύνω διδασκαλίαν σοφήν, ποὺ ἐμπνέεται ἀπὸ ἐμέ, θὰ σᾶς διδάξω δὲ τὸν ἰδικόν μου σοφὸν καὶ ἀλάνθαστον λόγον.

24 Ἐπειδὴ σᾶς προσκαλοῦσα καὶ δὲν ὑπηκούσατε καὶ ἐπειδὴ σᾶς ὠμιλοῦσα ἐντονώτερον καὶ διὰ μακρῶν καὶ δὲν ἐδίδετε καμμίαν προσοχήν, 25 ἀλλὰ περιεφρονεῖτε τὸ θέλημά μου καὶ ἐθεωρεῖτε ὡς ἐστερημένας κύρους τὰς ἀποφάσεις μου καὶ εἰς τοὺς ἐλέγχους τῆς διδασκαλίας μου δὲν ἐδίδετε προσοχήν, 26 δι’ αὐτὸ καὶ ἐγὼ δὲν θὰ σᾶς λυπηθῶ, ἀλλὰ θὰ γελάσω περιφρονητικῶς, ὅταν θὰ καταστραφῆτε, καὶ θὰ χαρῶ ὑπερβολικά, ὅταν ἔλθῃ καὶ πέσῃ ἐπάνω σας ὄλεθρος, 27 καὶ ὅταν θὰ σᾶς καταφθάσουν ξαφνικὰ δεινὰ καὶ θὰ θορυβηθῆτε, θὰ ἐνσκήψῃ δὲ καταστροφὴ ὅμοια πρὸς αἰφνίδιον καταιγίδα, καὶ ὅταν θὰ σᾶς ἔλθῃ θλῖψις καὶ θὰ σᾶς πολιορκήσουν ἐχθροί, ἢ ὅταν θὰ ἐπέλθῃ ἐναντίον σας καταστροφή. 28 Θὰ γελάσω περιφρονητικῶς, διότι τότε θὰ συμβῇ τοῦτο: Θὰ μὲ ἐπικαλεσθῆτε, ἐγὼ ὅμως δὲν θὰ εἰσακούσω τὴν ἐπίκλησίν σας. Θὰ μὲ ζητήσουν οἱ κακοὶ καὶ πονηροὶ κατὰ τὰς δυσκόλους ἡμέρας των, διὰ νὰ τοὺς λυτρώσω ἀπὸ τὰ δεινά, καὶ δὲν θὰ μὲ εὔρουν· 29 διότι ἐμίσησαν ἐμέ, τὴν θείαν σοφίαν, καὶ δὲν ἐπροτίμησαν τὸν λόγον τοῦ Κυρίου καὶ τὴν θεοσέβειαν, 30 οὔτε ἤθελαν νὰ προσέχουν εἰς τὰ θελήματά μου, περιέπαιζαν δὲ καὶ ἐχλεύαζαν τοὺς σωτηρίους ἐλέγχους καὶ τὰς διαμαρτυρίας μου. 31 Δι’ αὐτὸ λοιπὸν θὰ φάγουν τοὺς καρποὺς τῆς πονηρᾶς διαγωγῆς των καὶ ἡ ζωή των θὰ πλημμυρίσῃ ἀπὸ ἀθλιότητας, εἰς τὰς ὁποίας τοὺς ὠδήγησεν ἡ ἀσέβειά των· 32 διότι εἰς ἀνταπόδοσιν τῶν πολλῶν ἀδικιῶν, ποὺ ἔκαμαν εἰς νέους καὶ ἀπονηρεύτους, θὰ παραδοθοῦν εἰς σφαγὴν καὶ φόνον, καὶ φοβερὰ ἀνάκρισις καὶ θεία κρίσις θὰ ἐξολοθρεύσῃ τοὺς ἀσεβεῖς. 33 Ἐκεῖνος ὅμως, ποὺ ὑπακούει εἰς ἐμέ, τὴν σοφίαν, θὰ ζήσῃ ἀσφαλὴς μὲ σύντροφον τὴν ἐλπίδα εἰς τὴν προστασίαν τοῦ Ὑψίστου, θὰ διατηρῇ δὲ τὴν εἰρήνην καὶ ἡσυχίαν του εἰς κάθε περίστασιν, χωρὶς φόβον κανενὸς κακοῦ.

 

Τρίτη 8 Μαρτίου 2022 – Ευαγγελικό & Αγιογραφικό ανάγνωσμα από την orthodoxia.online