Ευαγγέλιο 16 Ιουλίου 2021
Ερμηνευτική απόδοση στα νέα ελληνικά
Το Ευαγγέλιο για σήμερα 16 Ιουλίου
1 Ἐν ἐκείνῳ τῷ καιρῷ ἐπορεύθη ὁ Ἰησοῦς τοῖς σάββασιν διὰ τῶν σπορίμων· οἱ δὲ μαθηταὶ αὐτοῦ ἐπείνασαν, καὶ ἤρξαντο τίλλειν στάχυας καὶ ἐσθίειν. 2 οἱ δὲ Φαρισαῖοι ἰδόντες εἶπον αὐτῷ· Ἰδοὺ οἱ μαθηταί σου ποιοῦσιν ὃ οὐκ ἔξεστι ποιεῖν ἐν σαββάτῳ. 3 ὁ δὲ εἶπεν αὐτοῖς· Οὐκ ἀνέγνωτε τί ἐποίησε Δαυῒδ ὅτε ἐπείνασεν αὐτὸς καὶ οἱ μετ’ αὐτοῦ; 4 πῶς εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ Θεοῦ καὶ τοὺς ἄρτους τῆς προθέσεως ἔφαγεν, οὕς οὐκ ἐξὸν ἦν αὐτῷ φαγεῖν οὐδὲ τοῖς μετ’ αὐτοῦ, εἰ μὴ μόνοις τοῖς ἱερεῦσιν; 5 ἢ οὐκ ἀνέγνωτε ἐν τῷ νόμῳ ὅτι τοῖς σάββασιν οἱ ἱερεῖς ἐν τῷ ἱερῷ τὸ σάββατον βεβηλοῦσι καὶ ἀναίτιοί εἰσι; 6 λέγω δὲ ὑμῖν ὅτι τοῦ ἱεροῦ μεῖζόν ἐστιν ὧδε. 7 εἰ δὲ ἐγνώκειτε τί ἐστιν, ἔλεον θέλω καὶ οὐ θυσίαν, οὐκ ἂν κατεδικάσατε τοὺς ἀναιτίους. 8 κύριος γάρ ἐστιν ὁ υἱὸς τοῦ ἀνθρώπου καὶ τοῦ σαββάτου.
Ερμηνευτική απόδοση στα νέα ελληνικά Παναγιώτης Τρεμπέλας
1 Κατ’ ἐκεῖνον τὸν καιρὸν ἐβάδιζεν ὁ Ἰησοῦς ἐν ἡμέρᾳ Σαββάτου διὰ μέσου τῶν σπαρμένων χωραφιῶν, οἱ δὲ μαθηταί του ἐπείνασαν καὶ ἤρχισαν νὰ μαδοῦν στάχυα καὶ νὰ τρώγουν. 2 Οἱ Φαρισαῖοι ὅμως, ὅταν εἶδαν αὐτό, τοῦ εἶπαν· Ἰδοὺ οἰ μαθηταί σου κάνουν αὐτό, ποὺ δὲν ἐπιτρέπεται νὰ τὸ κάμῃ κανεὶς εἰς ἡμέραν Σαββάτου. 3 Ὁ δὲ Ἰησοῦς εἶπεν εἰς αὐτούς· Δὲν ἀνεγνώσατε, τί ἔκαμεν ὁ Δαβίδ, ὅταν ἐπείνασεν αὐτὸς καὶ ἐκεῖνοι, ποὺ ἦσαν μαζί του;
orthodoxia.online