Ευαγγέλια

Ευαγγέλιο και Απόστολος Τετάρτη, 5 Ιουνίου 2024

Ευαγγέλιο
Ευαγγέλιο και Απόστολος σήμερα Τετάρτη, 5 Ιουνίου 2024 - Ερμηνευτική απόδοση Παναγιώτη Τρεμπέλα.

Ευαγγέλιο σήμερα Τετάρτη, 5 Ιουνίου 2024

 ΚΑΤΑ ΙΩΑΝΝΗΝ Ϛ´ 5 – 14

5 ἐπάρας οὖν ὁ Ἰησοῦς τοὺς ὀφθαλμοὺς καὶ θεασάμενος ὅτι πολὺς ὄχλος ἔρχεται πρὸς αὐτὸν, λέγει πρὸς τὸν Φίλιππον· Πόθεν ἀγοράσωμεν ἄρτους ἵνα φάγωσιν οὗτοι; 6 τοῦτο δὲ ἔλεγε πειράζων αὐτόν· αὐτὸς γὰρ ᾔδει τί ἔμελλε ποιεῖν. 7 ἀπεκρίθη αὐτῷ ὁ Φίλιππος· Διακοσίων δηναρίων ἄρτοι οὐκ ἀρκοῦσιν αὐτοῖς ἵνα ἕκαστος αὐτῶν βραχύ τι λάβῃ. 8 λέγει αὐτῷ εἷς ἐκ τῶν μαθητῶν αὐτοῦ, Ἀνδρέας ὁ ἀδελφὸς Σίμωνος Πέτρου· 9 Ἔστι παιδάριον ἓν ὧδε ὃς ἔχει πέντε ἄρτους κριθίνους καὶ δύο ὀψάρια· ἀλλὰ ταῦτα τί ἐστιν εἰς τοσούτους;

 10 εἶπεν δὲ ὁ Ἰησοῦς· Ποιήσατε τοὺς ἀνθρώπους ἀναπεσεῖν· ἦν δὲ χόρτος πολὺς ἐν τῷ τόπῳ. ἀνέπεσον οὖν οἱ ἄνδρες τὸν ἀριθμὸν ὡσεὶ πεντακισχίλιοι. 11 ἔλαβε δὲ τοὺς ἄρτους ὁ Ἰησοῦς καὶ εὐχαριστήσας διέδωκε τοῖς μαθηταῖς, οἱ δὲ μαθηταὶ τοῖς ἀνακειμένοις· ὁμοίως καὶ ἐκ τῶν ὀψαρίων ὅσον ἤθελον. 12 ὡς δὲ ἐνεπλήσθησαν, λέγει τοῖς μαθηταῖς αὐτοῦ· Συναγάγετε τὰ περισσεύσαντα κλάσματα, ἵνα μή τι ἀπόληται. 13 συνήγαγον οὖν καὶ ἐγέμισαν δώδεκα κοφίνους κλασμάτων ἐκ τῶν πέντε ἄρτων τῶν κριθίνων ἃ ἐπερίσσευσε τοῖς βεβρωκόσιν. 14 Οἱ οὖν ἄνθρωποι, ἰδόντες ὃ ἐποίησε σημεῖον ὁ Ἰησοῦς, ἔλεγον ὅτι οὗτός ἐστιν ἀληθῶς ὁ προφήτης ὁ ἐρχόμενος εἰς τὸν κόσμον.
 

Ευαγγέλιο νέα ελληνικά – Ερμηνευτική απόδοση Παναγιώτη Τρεμπέλα

ΚΑΤΑ ΙΩΑΝΝΗΝ Ϛ´ 5 – 14

5 Ἐνῷ λοιπὸν ἦτο ἀπησχολημένος καὶ ἐδίδασκε τοὺς μαθητάς του, ἐσήκωσεν ὁ Ἰησοῦς τὰ μάτια του καὶ ὅταν παρετήρησεν, ὅτι ἔρχεται πρὸς αὐτὸν πολὺς λαός, λέγει πρὸς τὸν Φίλιππον, ποὺ κατήγετο ἀπὸ τὴν περιφέρειαν ἐκείνην· Ἀπὸ ποῖον μέρος καὶ μὲ τί χρήματα θὰ ἀγοράσωμεν ψωμιά, διὰ νὰ φάγουν οἱ ἄνθρωποι αὐτοί; 6 Ἔλεγε δὲ τοῦτο ὁ Κύριος δοκιμάζων τὴν πίστιν τοῦ Φιλίππου, καὶ ὄχι ἐπειδὴ εὑρίσκετο πραγματικῶς εἰς ἀπορίαν περὶ τοῦ τί νὰ κάμῃ. Διότι ὁ Κύριος εἶχε λάβει πλέον τὰς άποφάσεις του καὶ ἐγνώριζε τί ἔμελλε νὰ κάμῃ. 7 Ἀπεκρίθη εἰς αὐτὸν ὁ Φίλιππος· ψωμιὰ ἀξίας διακοσίων δηναρίων δὲν φθάνουν εἰς αὐτούς, ὅχι διὰ νὰ χορτασθοῦν, ἀλλὰ διὰ νὰ πάρῃ ὁ καθένας των ἕνα μικρὸ κομμάτι. 8 Λέγει εἰς αὐτὸν ἕνας ἀπὸ τοὺς μαθητάς του, ὁ Ἀνδρέας ὁ ἀδελφὸς τοῦ Σίμωνος Πέτρου· 9 Ὑπάρχει ἐδῶ κάποιος νέος, ποὺ ἔχει πέντε ψωμιὰ κρίθινα καὶ δύο ψάρια. Ἀλλὰ τί εἶναι αὐτὰ τὰ ὁλίγα διὰ τόσον πολὺν λαόν;

10 Άλλ’ ὁ Ἰησοῦς εἶπε τότε· Βάλετε τοὺς ἀνθρώπους νὰ καθήσουν κάτω. Ἦτο δὲ τὴν ἐποχὴν ἐκείνην χόρτος πολὺς φυτρωμένος εἰς τὸν τόπον. Ἐκάθησαν λοιπὸν κάτω πρῶτον οἱ ἄνδρες, τῶν ὁποίων ὁ ἀριθμὸς ἔφθανε περίπου τὰς πέντε χιλιάδας. 11 Ἐπῆρε δὲ ὁ Ἰησοῦς εἰς τὰς χεῖρας του τοὺς ἄρτους καὶ ἀφοῦ ηὐχαρίστησε τὸν Θεόν, ὁ ὁποῖος μᾶς παρέχει ὅλα τὰ ἀγαθά, διεμοίρασεν εἰς τοὺς μαθητάς, οἱ δὲ μαθηταὶ διένειμαν τὰ κομμάτια εἰς τοὺς ἀνθρώπους, ποὺ ἐκάθηντο· ὁμοίως ἐμοίρασαν καὶ ἀπὸ τὰ ψάρια, ὅσον ἤθελεν ὁ καθένας διὰ νὰ χορτάσῃ. 12 Ἀφοῦ δὲ ἐχορτάσθησαν ὅλοι, λέγει ὁ Ἰησοῦς εἰς τοὺς μαθητάς του· Μαζεύσατε τὰ κομμάτια, ποὺ ἐπερίσσευσαν, ὥστε νὰ μὴ χαθῇ τίποτε. 13 Ἐμάζευσαν λοιπὸν καὶ ἐγέμισαν δώδεκα κοφίνια μὲ κομμάτια ἀπὸ τὰ πέντε κριθαρένια ψωμιά, τὰ ὁποῖα εἶχαν περισσεύσει εἰς ἐκείνους, ποὺ εἶχαν φάγει. 14 Οἱ ἄνθρωποι λοιπόν, ὅταν εἶδαν τὸ θαῦμα αύτό, ποὺ ἔκαμεν ὁ Ἰησοῦς, ἔλεγαν ὅτι· Αὐτὸς εἶναι πραγματικῶς ὁ προφήτης, ὁ ὁποῖος σύμφωνα μὲ τὴν εἰς τὸ Δευτερονόμιον προφητείαν τοῦ Μωϋσέως πρόκειται νὰ ἔλθῃ εἰς τὸν κόσμον.

 

Ο Απόστολος σήμερα Τετάρτη, 5 Ιουνίου 2024

ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ ΙΓ´ 13 – 24

13 Ἀναχθέντες δὲ ἀπὸ τῆς Πάφου οἱ περὶ τὸν Παῦλον ἦλθον εἰς Πέργην τῆς Παμφυλίας· Ἰωάννης δὲ ἀποχωρήσας ἀπ’ αὐτῶν ὑπέστρεψεν εἰς Ἱεροσόλυμα. 14 Αὐτοὶ δὲ διελθόντες ἀπὸ τῆς Πέργης παρεγένοντο εἰς Ἀντιόχειαν τῆς Πισιδίας, καὶ εἰσελθόντες εἰς τὴν συναγωγὴν τῇ ἡμέρᾳ τῶν σαββάτων ἐκάθισαν. 15 μετὰ δὲ τὴν ἀνάγνωσιν τοῦ νόμου καὶ τῶν προφητῶν ἀπέστειλαν οἱ ἀρχισυνάγωγοι πρὸς αὐτοὺς λέγοντες· Ἄνδρες ἀδελφοί, εἰ ἔστιν λόγος ἐν ὑμῖν παρακλήσεως πρὸς τὸν λαόν, λέγετε. 16 ἀναστὰς δὲ Παῦλος καὶ κατασείσας τῇ χειρὶ εἶπεν· Ἄνδρες Ἰσραηλῖται καὶ οἱ φοβούμενοι τὸν Θεόν, ἀκούσατε. 17 ὁ Θεὸς τοῦ λαοῦ τούτου Ἰσραὴλ ἐξελέξατο τοὺς πατέρας ἡμῶν, καὶ τὸν λαὸν ὕψωσεν ἐν τῇ παροικίᾳ ἐν γῇ Αἰγύπτῳ, καὶ μετὰ βραχίονος ὑψηλοῦ ἐξήγαγεν αὐτοὺς ἐξ αὐτῆς, 18 καὶ ὡς τεσσαρακονταετῆ χρόνον ἐτροποφόρησεν αὐτοὺς ἐν τῇ ἐρήμῳ,

19 καὶ καθελὼν ἔθνη ἑπτὰ ἐν γῇ Χανάαν κατεκληρονόμησεν αὐτοῖς τὴν γῆν αὐτῶν. 20 καὶ μετὰ ταῦτα ὡς ἔτεσι τετρακοσίοις καὶ πεντήκοντα ἔδωκε κριτὰς ἕως Σαμουὴλ τοῦ προφήτου. 21 κἀκεῖθεν ᾐτήσαντο βασιλέα, καὶ ἔδωκεν αὐτοῖς ὁ Θεὸς τὸν Σαοὺλ υἱὸν Κίς, ἄνδρα ἐκ φυλῆς Βενιαμίν, ἔτη τεσσαράκοντα· 22 καὶ μεταστήσας αὐτὸν ἤγειρεν αὐτοῖς τὸν Δαυῒδ εἰς βασιλέα, ᾧ καὶ εἶπε μαρτυρήσας· εὗρον Δαυῒδ τὸν τοῦ Ἰεσσαί, ἄνδρα κατὰ τὴν καρδίαν μου, ὃς ποιήσει πάντα τὰ θελήματά μου. 23 τούτου ὁ Θεὸς ἀπὸ τοῦ σπέρματος κατ’ ἐπαγγελίαν ἤγαγε τῷ Ἰσραὴλ σωτηρίαν, 24 προκηρύξαντος Ἰωάννου πρὸ προσώπου τῆς εἰσόδου αὐτοῦ βάπτισμα μετανοίας παντὶ τῷ λαῷ Ἰσραήλ.

 

Απόστολος νέα ελληνικά – Ερμηνευτική απόδοση Παναγιώτη Τρεμπέλα

ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ ΙΓ´ 13 – 24

13 Ἀποπλεύσαντες δὲ ἀπὸ τὴν Πάφον ὁ Παῦλος καὶ ὅσοι ἦσαν μαζί του, ἦλθον εἰς τὴν Πέργην τῆς Παμφυλίας. Ἀλλ’ ὁ Ἰωάννης, ὁ ἐπικαλούμενος Μᾶρκος, ἀπεχωρίσθη ἀπὸ αὐτοὺς καὶ ἐπέστρεψεν εἰς τὰ Ἱεροσόλυμα. 14 Αὐτοὶ ὅμως διέτρεξαν τὴν περιφέρειαν, ποὺ ἀρχίζει ἀπὸ τὴν Πέργην καὶ ἦλθον εἰς τὴν Ἀντιόχειαν τῆς Πισιδίας καὶ ἀφοῦ εἰσῆλθον κατὰ τὴν ἡμέραν τοῦ Σαββάτου εἰς τὴν συναγωγήν, ἐκάθισαν εἰς τὰ καθίσματα τὰ προωρισμένα διὰ τοὺς ξένους. 15 Μετὰ τὴν ἀνάγνωσιν δὲ τῶν περικοπῶν τῆς Πεντατεύχου καὶ τῶν προφητῶν, ἔστειλαν οἱ ἀρχισυνάγωγοι πρὸς αὐτοὺς τὸν ὑπηρέτην τῆς συναγωγῆς καὶ τοὺς εἶπαν· Ἄνδρες ἀδελφοί, ἐὰν ἔχετε λόγον προτρεπτικὸν καὶ διδακτικὸν διὰ τὸν λαόν, ὁμιλήσατε.

16 Ἀφοῦ δὲ ἐσηκώθη ὁ Παῦλος καὶ ἔκαμε μὲ τὸ χέρι του σημεῖον, ὅτι ἐπρόκειτο νὰ ὁμιλήσῃ, εἶπεν· ἄνδρες Ἰσραηλῖται καὶ ὅσοι ἐκ τῶν ἐθνικῶν εἶσθε ἐδῶ, οἱ ὁποῖοι ὡς προσήλυτοι ἐγνωρίσατε τὸν ἀληθινὸν Θεὸν καὶ φοβεῖσθε αὐτόν, ἀκούσατε. 17 Ὁ Θεὸς τοῦ προνομιούχου τοῦτου λαοῦ, ποὺ κατάγεται ἀπὸ τὸν εὐλογημένον Ἰσραήλ, ἐξέλεξε τοὺς προγόνους μας καὶ ἀνέδειξε πολυπληθῆ καὶ ἰσχυρὸν τὸν καταγόμενον ἀπὸ αὐτοὺς λαόν, ὅταν κατοικοῦσεν ὡς ξένος καὶ πάροικος εἰς τὴν χώραν τῆς Αἰγύπτου. Καὶ διὰ τῆς πανισχύρου του δυνάμεως τοὺς ἔβγαλεν ἀπὸ τὴν χώραν αὐτήν. 18 Καὶ ἐκεῖ εἰς τὴν ἔρημον ἐπὶ τεσσαράκοντα περίπου ἔτη ἐβάστασεν ὁ Θεὸς τὴν δυσπειθῆ καὶ δύστροπον διαγωγήν των. 19 Καὶ ἀφοῦ ἐξώντωσεν ἑπτὰ ἔθνη ἐν τῇ χῶρᾳ τῆς Χαναάν, ἔδωκεν εἰς αὐτοὺς κληρονομίαν τὴν χώραν, τὴν ὁποίαν κατεῖχον ὡς ἰδικήν των τὰ ἔθνη ἐκεῖνα.
20 Καὶ μετὰ ταῦτα ἐπὶ τετρακόσια καὶ πεντήκοντα περίπου ἔτη ἔδωκεν εἰς τὸν λαὸν κριτάς, οἱ ὁποῖοι τὸν ἐκυβέρνησαν μέχρι τοῦ Σαμουὴλ τοῦ προφήτου. 21 Καὶ ἀπὸ τότε ἐζήτησαν βασιλέα καὶ ἔδωκεν εἰς αὐτοὺς ὁ Θεὸς τὸν Σαούλ, τὸν υἱὸν τοῦ Κίς, ὁ ὁποῖος κατήγετο ἐκ τῆς φυλῆς Βενιαμὶν καὶ ἐβασίλευσεν ἐπὶ τεσσαράκοντα ἔτη. 22 Καὶ ὅταν ὁ Θεὸς τὸν ἀπεδοκίμασε καὶ τὸν ἐξεδίωξε, τοὺς ἀνέδειξε βασιλέα τὸν Δαβὶδ καὶ ἔδωκε ταύτην τὴν μαρτυρίαν περὶ αὐτοῦ· Εὗρον Δαβίδ, τὸν υἱὸν τοῦ Ἰεσσαί, ἄνδρα ὅπως τὸν θέλει ἡ καρδία μου, ὁ ὁποῖος θὰ κάμῃ ὅλα τὰ θελήματά μου. 23 Ἐκ τῶν ἀπογόνων τοῦ Δαβὶδ τούτου ὁ Θεὸς σύμφωνα μὲ τὴν ὑπόσχεσιν, ποὺ εἶχε δώσει εἰς τοὺς πατριάρχας καὶ εἰς αὐτὸν τὸν Δαβίδ, ἀπέστειλε καὶ ἀνέδειξεν εἰς τὸν Ἰσραὴλ σωτῆρα τὸν Ἰησοῦν, 24 ἀφοῦ προτήτερα ὁ Ἰωάννης, προτοῦ ὁ Ἰησοῦς ἔμβῃ εἰς τὴν δημοσίαν δρᾶσιν του, ἐκήρυξε βάπτισμα μετανοίας εἰς ὅλον τὸν λαὸν τοῦ Ἰσραὴλ διὰ νὰ τὸν προπαρασκευάσῃ πρὸς ὑποδοχὴν τοῦ ἐρχόμενου μετ’ ὀλίγον Σωτῆρος.

Χριστός Ανέστη