Ευαγγέλια

Ευαγγέλιο και Απόστολος Δευτέρα 6 Μαΐου 2024

Εκκλησία αγία γραφή βίβλος ευαγγέλιο

Newsletter

   

Το Ευαγγέλιο σήμερα Δευτέρα 6 Μαΐου 2024

ΚΑΤΑ ΙΩΑΝΝΗΝ Α´ 18 – 28

18 Θεὸν οὐδεὶς ἑώρακεν πώποτε· ὁ μονογενὴς υἱὸς ὁ ὢν εἰς τὸν κόλπον τοῦ πατρὸς ἐκεῖνος ἐξηγήσατο. 19 Καὶ αὕτη ἐστὶν ἡ μαρτυρία τοῦ Ἰωάννου, ὅτε ἀπέστειλαν οἱ Ἰουδαῖοι ἐξ Ἱεροσολύμων ἱερεῖς καὶ Λευίτας ἵνα ἐρωτήσωσιν αὐτόν· Σὺ τίς εἶ; 20 καὶ ὡμολόγησεν καὶ οὐκ ἠρνήσατο· καὶ ὡμολόγησεν ὅτι Ἐγὼ οὐκ εἰμὶ ὁ Χριστός. 21 καὶ ἠρώτησαν αὐτόν· Τί οὖν; Ἠλίας εἶ σύ ; καὶ λέγει· Οὐκ εἰμί. Ὁ προφήτης εἶ σύ; καὶ ἀπεκρίθη, Οὔ.

 22 εἶπoν οὖν αὐτῷ· Τίς εἶ; ἵνα ἀπόκρισιν δῶμεν τοῖς πέμψασιν ἡμᾶς· τί λέγεις περὶ σεαυτοῦ; 23 ἔφη· Ἐγὼ φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ, εὐθύνατε τὴν ὁδὸν Κυρίου, καθὼς εἶπεν Ἡσαΐας ὁ προφήτης. 24 Καὶ ἀπεσταλμένοι ἦσαν ἐκ τῶν Φαρισαίων· 25 καὶ ἠρώτησαν αὐτὸν καὶ εἶπον αὐτῷ· Τί οὖν βαπτίζεις, εἰ σὺ οὐκ εἶ ὁ Χριστὸς οὔτε Ἠλίας οὔτε ὁ προφήτης; 26 ἀπεκρίθη αὐτοῖς ὁ Ἰωάννης λέγων· Ἐγὼ βαπτίζω ἐν ὕδατι· μέσος δὲ ὑμῶν ἕστηκεν ὃν ὑμεῖς οὐκ οἴδατε, 27 αὐτὸς ἐστιν ὁ ὀπίσω μου ἐρχόμενος, ὃς ἔμπροσθέν μου γέγονεν, οὗ ἐγὼ οὐκ εἰμὶ ἄξιος ἵνα λύσω αὐτοῦ τὸν ἱμάντα τοῦ ὑποδήματος. 28 Ταῦτα ἐν Βηθανίᾳ ἐγένετο πέραν τοῦ Ἰορδάνου, ὅπου ἦν Ἰωάννης βαπτίζων.

Ευαγγέλιο νέα ελληνικά – Ερμηνευτική απόδοση Παναγιώτη Τρεμπέλα

ΚΑΤΑ ΙΩΑΝΝΗΝ Α´ 18 – 28

18 Φυσικὸν δὲ ἦτο ἀπὸ τὸν Χριστὸν νὰ λάβωμεν τὴν τελείαν ἀποκάλυψιν τῆς ἀληθείας. Διότι κανεὶς δὲν ἔχει ἴδει ποτὲ τὸν Θεόν. Ὁ Υἱός, ποὺ μόνον αὐτὸς ἐγεννήθη ἀπὸ τὴν οὐσίαν τοῦ Πατρὸς καὶ εἶναι εἰς τὸν κόλπον του ἀχώριστος πάντοτε ἀπὸ αὐτόν, ἐκεῖνος μᾶς ἐξήγησε καὶ μᾶς ἐγνώρισε τὸν Θεόν. 19 Καὶ αὐτὴ εἶναι ἡ μαρτυρία, ποὺ ἔδωκεν ὁ Ἰωάννης, ὅταν ἔστειλαν οἱ Ἰουδαῖοι ἀπὸ τὰ Ἱεροσόλυμα ἱερεῖς καὶ λευΐτας διὰ νὰ τὸν ἐρωτήσουν· Σὺ ποῖος εἶσαι; Εἶσαι ὁ Μεσσίας; Ἢ εἶσαι κάποιος ἀπὸ ἐκείνους, ποὺ θὰ ἔλθουν προτήτερα ἀπὸ αὐτόν; 20 Καὶ ὡμολόγησε καὶ δὲν ἠρνήθη. Καὶ ὡμολόγησεν, ὅτι δὲν εἶμαι ἐγὼ ὁ Χριστός. 21 Καὶ τὸν ἠρώτησαν· Τί εἶσαι λοιπὸν καὶ τί συνάγεται ἀπὸ τὴν ἄρνησίν σου αὐτήν; Εἶσαι ὁ Ἠλίας, ὁ ὁποῖος πρόκειται νὰ ἐμφανισθῇ πρὸ τοῦ Μεσσίου; Καὶ ὁ Ἰωάννης εἶπε· δὲν εἶμαι. Εἶσαι σὺ ὁ προφήτης, ποὺ προανήγγειλεν ὁ Μωϋσῆς; Καὶ ἀπεκρίθη· Ὄχι, οὔτε ὁ προφήτης, περὶ τοῦ ὁποίου εἶπεν ὁ Μωϋσῆς, εἶμαι. 22 Κατόπιν λοιπὸν τῶν ἐπανειλημμένων αὐτῶν ἀρνήσεων τοῦ εἶπαν ἐκεῖνοι· Ποῖος εἶσαι; Εἰπέ μας διὰ νὰ δώσωμεν ἀπόκρισιν εἰς ἐκείνους, ποὺ μᾶς ἔστειλαν. Τί λέγεις διὰ τὸν ἑαυτόν σου;

 23 Εἶπεν ὁ Ἰωάννης· Ἐγὼ εἶμαι φωνὴ κάποιου, ποὺ φωνάζει δυνατὰ εἰς τὴν ἔρημον καὶ λέγει, καθὼς εἶπεν ὁ Ἡσαΐας ὁ προφήτης: Κάμετε ἴσιον τὸν δρόμον, ἀπὸ τὸν ὁποῖον πρόκειται νὰ περάσῃ ὁ Κύριος· προετοιμάσατε δηλαδὴ τὰς ψυχάς σας διὰ νὰ δεχθῆτε τὸν Κύριον, ποὺ πρόκειται νὰ ἔλθῃ. 24 Καὶ οἱ ἀπεσταλμένοι, ποὺ ἔλαβαν τώρα τὸν λόγον, ἦσαν ἀπὸ τὴν τάξιν τῶν Φαρισαίων, εἰς τοὺς ὁποίους τὸ βάπτισμα τοῦ Ἰωάννου παρουσιάζετο ὡς καινοτομία. 25 Καὶ ἠρώτησαν τὸν Ἰωάννην καὶ τοῦ εἶπαν· διατὶ λοιπὸν βαπτίζεις, ἀφοῦ σὺ δὲν εἶσαι οὔτε ὁ Χριστός, οὔτε ὁ Ἠλίας, οὔτε ὁ προφήτης; Μόνοι αὐτοὶ θὰ ἔχουν δικαίωμα καὶ ἐξουσίαν νὰ κάνουν αὐτό, ποὺ κάνεις σύ. 26 Τοὺς ἀπεκρίθη ὁ Ἰωάννης καὶ εἶπεν· Ἡ ἐποχή μας εἶναι ἡ ἐποχὴ τοῦ Μεσσίου. Καὶ ἐγὼ ὡς πρόδρομος τοῦ Μεσσίου βαπτίζω μὲ νερόν. Στέκει δὲ μεταξύ σας καὶ μετ’ ὀλίγον θὰ ἐμφανισθῇ ἐκεῖνος, τὸν ὁποῖον σεῖς δὲν ξεύρετε. 27 Αὐτὸς ἔρχεται καὶ θὰ φανῇ εἰς τὴν δημοσίαν δρᾶσιν ὕστερα ἀπὸ ἐμέ, ἀλλ’ ὑπῆρξεν ἀσυγκρίτως λαμπρότερος καὶ ἐνδοξότερος πολὺ προτήτερα ἀπὸ ἐμέ, ὡς προαιώνιος Λόγος τοῦ Θεοῦ βλεπόμενος καὶ προκηρυττόμενος ἀπὸ τοὺς πατριάρχας καὶ προφήτας. Αὐτοῦ δὲν εἶμαι ἐγὼ ἄξιος οὔτε ὡς ὁ τελευταῖος δοῦλος νὰ λύσω τὸ λωρίον τοῦ ὑποδήματός του. 28 Αὐτὰ ἔγιναν εἰς τὴν Βηθανίαν πέραν ἀπὸ τὸν Ἰορδάνην, ὅπου ὁ Ἰωάννης ἐξηκολούθει νὰ βαπτίζῃ.

Ο Απόστολος σήμερα Δευτέρα 6 Μαΐου 2024

ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ ΙΒ´ 1 – 11

1 Κατ’ ἐκεῖνον δὲ τὸν καιρὸν ἐπέβαλεν Ἡρῴδης ὁ βασιλεὺς τὰς χεῖρας κακῶσαί τινας τῶν ἀπὸ τῆς ἐκκλησίας. 2 ἀνεῖλε δὲ Ἰάκωβον τὸν ἀδελφὸν Ἰωάννου μαχαίρᾳ. 3 καὶ ἰδὼν ὅτι ἀρεστόν ἐστι τοῖς Ἰουδαίοις, προσέθετο συλλαβεῖν καὶ Πέτρον· ἦσαν δὲ αἱ ἡμέραι τῶν ἀζύμων· 4 ὃν καὶ πιάσας ἔθετο εἰς φυλακήν, παραδοὺς τέσσαρσι τετραδίοις στρατιωτῶν φυλάσσειν αὐτόν, βουλόμενος μετὰ τὸ πάσχα ἀναγαγεῖν αὐτὸν τῷ λαῷ. 5 ὁ μὲν οὖν Πέτρος ἐτηρεῖτο ἐν τῇ φυλακῇ· προσευχὴ δὲ ἦν ἐκτενῶς γινομένη ὑπὸ τῆς ἐκκλησίας πρὸς τὸν Θεὸν ὑπὲρ αὐτοῦ. 6 Ὅτε δὲ ἤμελλεν αὐτὸν προάγειν ὁ Ἡρῴδης, τῇ νυκτὶ ἐκείνῃ ἦν ὁ Πέτρος κοιμώμενος μεταξὺ δύο στρατιωτῶν δεδεμένος ἁλύσεσι δυσί, φύλακές τε πρὸ τῆς θύρας ἐτήρουν τὴν φυλακήν.

7 καὶ ἰδοὺ ἄγγελος Κυρίου ἐπέστη καὶ φῶς ἔλαμψεν ἐν τῷ οἰκήματι· πατάξας δὲ τὴν πλευρὰν τοῦ Πέτρου ἤγειρεν αὐτὸν λέγων· Ἀνάστα ἐν τάχει· καὶ ἐξέπεσον αὐτοῦ αἱ ἁλύσεις ἐκ τῶν χειρῶν. 8 εἶπέ τε ὁ ἄγγελος πρὸς αὐτόν· Περίζωσαι καὶ ὑπόδησαι τὰ σανδάλιά σου. ἐποίησε δὲ οὕτω· καὶ λέγει αὐτῷ· Περιβαλοῦ τὸ ἱμάτιόν σου καὶ ἀκολούθει μοι. 9 καὶ ἐξελθὼν ἠκολούθει αὐτῷ, καὶ οὐκ ᾔδει ὅτι ἀληθές ἐστι τὸ γινόμενον διὰ τοῦ ἀγγέλου, ἐδόκει δὲ ὅραμα βλέπειν. 10 διελθόντες δὲ πρώτην φυλακὴν καὶ δευτέραν ἦλθον ἐπὶ τὴν πύλην τὴν σιδηρᾶν τὴν φέρουσαν εἰς τὴν πόλιν, ἥτις αὐτομάτη ἠνοίχθη αὐτοῖς, καὶ ἐξελθόντες προῆλθον ῥύμην μίαν, καὶ εὐθέως ἀπέστη ὁ ἄγγελος ἀπ’ αὐτοῦ. 11 καὶ ὁ Πέτρος γενόμενος ἐν ἑαυτῷ εἶπε· Νῦν οἶδα ἀληθῶς ὅτι ἐξαπέστειλε Κύριος τὸν ἄγγελον αὐτοῦ καὶ ἐξείλετό με ἐκ χειρὸς Ἡρῴδου καὶ πάσης τῆς προσδοκίας τοῦ λαοῦ τῶν Ἰουδαίων.

Απόστολος νέα ελληνικά – Ερμηνευτική απόδοση Παναγιώτη Τρεμπέλα

ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ ΙΒ´ 1 – 11

1 Κατ’ ἐκεῖνον δὲ τὸν καιρὸν ὁ βασιλεὺς Ἡρῴδης Ἀγρίππας ὁ Α’, ἐγγονὸς τοῦ μεγάλου Ἡρῴδου, ἔβαλε χέρι εἰς μερικοὺς ἀπὸ τὰ μέλη τῆς Ἐκκλησίας διὰ νὰ τοὺς κακοποιήσῃ. 2 Ἐθανάτωσε δὲ διὰ μαχαίρας τὸν Ἰάκωβον, τὸν ἀδελφὸν τοῦ ἀποστόλου καὶ εὐαγγελιστοῦ Ἰωάννου. 3 Καὶ ὅταν εἶδεν, ὅτι καὶ οἱ προεστοὶ καὶ ὁ λαὸς τῶν Ἰουδαίων εὐχαριστήθησαν διὰ τὴν ἐνέργειάν του αὐτήν, ἀπεφάσισεν ἐπιπροσθέτως νὰ συλλάβῃ καὶ τὸν Πέτρον. Ἦσαν δὲ τότε αἱ ἡμέραι τῆς ἑορτῆς τῶν ἀζύμων. 4 Καὶ ἀφοῦ συνέλαβε τοῦτον, τὸν ἔκλεισεν εἰς φυλακήν, παραδώσας αὐτὸν εἰς τέσσαρας τετράδας στρατιωτῶν διὰ νὰ τὸν φρουροῦν, διότι ἤθελε μετὰ τὴν ἑορτὴν τοῦ Πάσχα νὰ τὸν ἀνεβάσῃ εἰς τὸ κριτήριον καὶ νὰ τὸν δικάσῃ ἐπὶ παρουσίᾳ τοῦ λαοῦ. 5 Ἔτσι λοιπὸν ὁ μὲν Πέτρος ἐφρουρεῖτο μέσα εἰς τὴν φυλακήν· ὑπὸ τῆς Ἐκκλησίας ὅμως τῶν Ἱεροσολύμων ἐγίνετο ἑξακολουθητικῶς ὑπὲρ τῆς διασώσεως αὐτοῦ μακρὰ καὶ θερμὴ προσευχὴ πρὸς τὸν Θεόν. 6 Ὅταν δὲ ἐπρόκειτο ὁ Ἡρῴδης νὰ τὸν προσαγάγῃ εἰς τὸ δικαστήριον, κατὰ τὴν προηγουμένην νύκτα τῆς ἡμέρας ἐκείνης ὁ Πέτρος ἐκοιμᾶτο ἥσυχα ἐν μέσῳ δύο στρατιωτῶν δεμένος μὲ δύο ἁλυσίδες, καὶ φρουροὶ πρὸ τῆς θύρας ἐφύλαττον τὸ δεσμωτήριον. 7 Καὶ ἰδοὺ ἄγγελος Κυρίου ἦλθεν ἔξαφνα καὶ φῶς ἔλαμψεν ἐντὸς τοῦ δωματίου, ὅπου ἐκοιμᾶτο ὁ Πέτρος. Ἀφοῦ δὲ ὁ ἄγγελος ἐκτύπησε τὴν πλευρὰν τοῦ Πέτρου, τὸν ἐξύπνησε καὶ τοῦ εἶπε· Σήκω γρήγορα. Καὶ ἀμέσως ἔπεσαν αἱ ἁλυσίδες ἀπὸ τὰ χέρια του.

8 Καὶ εἶπεν ὁ ἄγγελος πρὸς αὐτόν· Ζῶσε τὸ ὑποκάμισόν σου καὶ δέσε εἰς τὰ πόδια σου τὰ πέδιλά σου. Καὶ ὁ Πέτρος ἀμέσως ἔκαμεν, ὅπως διετάχθη. Καὶ λέγει εἰς αὐτὸν ὁ ἄγγελος· Φόρεσε τὸ ἐξωτερικόν σου ροῦχο καὶ ἀκολούθησέ με. 9 Καὶ ὁ Πέτρος, ἀφοῦ ἐβγῆκεν ἀπὸ τὸ δωμάτιον, ἠκολούθει τὸν ἄγγελον καὶ δὲν εἶχεν ἀντιληφθῇ ἀκόμη, ὅτι εἶναι πραγματικὸν αὐτό, ποὺ ἐγίνετο ἀπὸ τὸν Θεὸν διὰ μέσου τοῦ ἀγγέλου. Ἐνόμιζε δέ, ὅτι βλέπει εἰς τὸν ὕπνον του κάποιαν ὀπτασίαν. 10 Ἀφοῦ δὲ ἐπέρασαν τὸν πρῶτον καὶ τὸν δεύτερον φρουρόν, ἦλθον εἰς τὴν σιδηρᾶν ἐξώπορταν, ποὺ ὠδήγει ἀμέσως εἰς τὴν πόλιν, καὶ ἡ πόρτα αὐτὴ τοὺς ἠνοίχθη μόνη της. Καὶ ἀφοῦ ἐβγῆκαν ἐπέρασαν μαζὶ μίαν στενωπόν. Καὶ ἀμέσως ἔφυγεν ἀπὸ τὸν Πέτρον ὁ ἄγγελος. 11 Καὶ τότε ὁ Πέτρος συνῆλθεν ἀπὸ τὴν κατάστασιν τῆς ἐκπλήξεως καὶ τῆς ἐκστάσεως, ἕνεκα τῆς ὁποίας ἐνόμιζεν, ὅτι ἔβλεπεν ὅραμα καὶ εἶπε· Τώρα καταλαβαίνω, ὅτι πραγματικῶς ἀπέστειλεν ὁ Κύριος τὸν ἄγγελόν του καὶ μὲ ἠλευθέρωσεν ἀπὸ τὴν κακοποιὸν χεῖρα τοῦ Ἡρῴδου, καθὼς καὶ ἀπὸ κάθε κακόν, ποὺ ἐπερίμενεν ὁ λαὸς τῶν Ἰουδαίων νὰ γίνῃ εἰς ἐμέ.