Ευαγγέλια

Ευαγγέλιο & Απόστολος σήμερα Τρίτη 22 Φεβρουαρίου 2022

Το Ευαγγέλιο της Τρίτης 1 Νοεμβρίου 2022

Ευαγγέλια 2022 – Το Ιερό Ευαγγέλιο & Απόστολος σήμερα Τρίτη 22 Φεβρουαρίου 2022, Μνήμη των εν τοις Ευγενίου ευρεθέντων Μαρτύρων.

Ευαγγελικά Αναγνώσματα 2022

Το Ευαγγέλιο σήμερα Τρίτη 22 Φεβρουαρίου 2022

ΚΑΤΑ ΜΑΡΚΟΝ ΙΔ´ 10 – 42

10 Καὶ Ἰούδας ὁ Ἰσκαριὼτης, εἷς τῶν δώδεκα, ἀπῆλθε πρὸς τοὺς ἀρχιερεῖς ἵνα παραδῷ αὐτὸν αὐτοῖς. 11 οἱ δὲ ἀκούσαντες ἐχάρησαν, καὶ ἐπηγγείλαντο αὐτῷ ἀργύρια δοῦναι· καὶ ἐζήτει πῶς εὐκαίρως αὐτὸν παραδῷ. 12 Καὶ τῇ πρώτῃ ἡμέρᾳ τῶν ἀζύμων, ὅτε τὸ πάσχα ἔθυον, λέγουσιν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ· Ποῦ θέλεις ἀπελθόντες ἑτοιμάσωμεν ἵνα φάγῃς τὸ πάσχα; 13 καὶ ἀποστέλλει δύο τῶν μαθητῶν αὐτοῦ καὶ λέγει αὐτοῖς· Ὑπάγετε εἰς τὴν πόλιν, καὶ ἀπαντήσει ὑμῖν ἄνθρωπος κεράμιον ὕδατος βαστάζων· ἀκολουθήσατε αὐτῷ, 14 καὶ ὅπου ἐὰν εἰσέλθῃ, εἴπατε τῷ οἰκοδεσπότῃ ὅτι ὁ διδάσκαλος λέγει· ποῦ ἐστι τὸ κατάλυμά μου ὅπου τὸ πάσχα μετὰ τῶν μαθητῶν μου φάγω; 15 καὶ αὐτὸς ὑμῖν δείξει ἀνώγαιον μέγα ἐστρωμένον ἕτοιμον· καὶ ἐκεῖ ἑτοιμάσατε ἡμῖν. 16 καὶ ἐξῆλθον οἱ μαθηταὶ αὐτοῦ καὶ ἦλθον εἰς τὴν πόλιν, καὶ εὗρον καθὼς εἶπεν αὐτοῖς, καὶ ἡτοίμασαν τὸ πάσχα. 17 Καὶ ὀψίας γενομένης ἔρχεται μετὰ τῶν δώδεκα. 18 καὶ ἀνακειμένων αὐτῶν καὶ ἐσθιόντων εἶπεν ὁ Ἰησοῦς· Ἀμὴν λέγω ὑμῖν ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με, ὁ ἐσθίων μετ’ ἐμοῦ. 19 οἱ δὲ ἤρξαντο λυπεῖσθαι καὶ λέγειν αὐτῷ εἷς καθ’ εἷς· Μήτι ἐγώ; καὶ ἄλλος· Μήτι ἐγώ; 20 ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς· Εἷς ἐκ τῶν δώδεκα, ὁ ἐμβαπτόμενος μετ’ ἐμοῦ εἰς τὸ τρυβλίον. 21 ὁ μὲν υἱὸς τοῦ ἀνθρώπου ὑπάγει καθὼς γέγραπται περὶ αὐτοῦ· οὐαὶ δὲ τῷ ἀνθρώπῳ ἐκείνῳ, δι’ οὗ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται· καλὸν ἦν αὐτῷ εἰ οὐκ ἐγεννήθη ὁ ἄνθρωπος ἐκεῖνος. 22 Καὶ ἐσθιόντων αὐτῶν λαβὼν ὁ Ἰησοῦς ἄρτον εὐλογήσας ἔκλασε καὶ ἔδωκεν αὐτοῖς καὶ εἶπε· Λάβετε φάγετε τοῦτό ἐστι τὸ σῶμά μου. 23 καὶ λαβὼν τὸ ποτήριον εὐχαριστήσας ἔδωκεν αὐτοῖς, καὶ ἔπιον ἐξ αὐτοῦ πάντες.

24 καὶ εἶπεν αὐτοῖς· Τοῦτό ἐστι τὸ αἷμά μου τὸ τῆς καινῆς διαθήκης τὸ περὶ πολλῶν ἐκχυνόμενον. 25 ἀμὴν λέγω ὑμῖν ὅτι οὐκέτι οὐ μὴ πίω ἐκ τοῦ γεννήματος τῆς ἀμπέλου ἕως τῆς ἡμέρας ἐκείνης ὅταν αὐτὸ πίνω καινὸν ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ. 26 Καὶ ὑμνήσαντες ἐξῆλθον εἰς τὸ ὄρος τῶν ἐλαιῶν. 27 καὶ λέγει αὐτοῖς ὁ Ἰησοῦς ὅτι Πάντες σκανδαλισθήσεσθε ἐν ἐμοὶ ἐν τῇ νυκτὶ ταύτῃ· ὅτι γέγραπται, πατάξω τὸν ποιμένα καὶ διασκορπισθήσονται τὰ πρόβατα· 28 ἀλλὰ μετὰ τὸ ἐγερθῆναί με προάξω ὑμᾶς εἰς τὴν Γαλιλαίαν. 29 ὁ δὲ Πέτρος ἔφη αὐτῷ· Καὶ εἰ πάντες σκανδαλισθήσονται, ἀλλ’ οὐκ ἐγώ. 30 καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς· Ἀμὴν λέγω σοι ὅτι σὺ σήμερον ἐν τῇ νυκτὶ ταύτῃ πρὶν ἢ δὶς ἀλέκτορα φωνῆσαι τρὶς ἀπαρνήσῃ με. 31 ὁ δὲ Πέτρος ἐκ περισσοῦ ἔλεγε μᾶλλον· Ἐὰν με δέῃ συναποθανεῖν σοι, οὐ μή σε ἀπαρνήσομαι. ὡσαύτως δὲ καὶ πάντες ἔλεγον. 32 Καὶ ἔρχονται εἰς χωρίον οὗ τὸ ὄνομα Γεθσημανῆ, καὶ λέγει τοῖς μαθηταῖς αὐτοῦ· Καθίσατε ὧδε ἕως προσεύξωμαι. 33 καὶ παραλαμβάνει τὸν Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην μεθ’ ἑαυτοῦ, καὶ ἤρξατο ἐκθαμβεῖσθαι καὶ ἀδημονεῖν 34 καὶ λέγει αὐτοῖς· Περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου· μείνατε ὧδε καὶ γρηγορεῖτε. 35 καὶ προελθὼν μικρὸν ἔπεσεν ἐπὶ πρόσωπον ἐπὶ τῆς γῆς, καὶ προσηύχετο ἵνα εἰ δυνατόν ἐστι, παρέλθῃ ἀπ’ αὐτοῦ ἡ ὥρα, 36 καὶ ἔλεγεν· Ἀββᾶ ὁ πατήρ, πάντα δυνατά σοι, παρένεγκε τὸ ποτήριον ἀπ’ ἐμοῦ τοῦτο· ἀλλ’ οὐ τί ἐγὼ θέλω, ἀλλ’ εἴ τι σύ.
37 καὶ ἔρχεται καὶ εὑρίσκει αὐτοὺς καθεύδοντας, καὶ λέγει τῷ Πέτρῳ· Σίμων, καθεύδεις; οὐκ ἰσχύσατε μίαν ὥραν γρηγορῆσαι; 38 γρηγορεῖτε καὶ προσεύχεσθε, ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν· τὸ μὲν πνεῦμα πρόθυμον ἡ δὲ σὰρξ ἀσθενής. 39 καὶ πάλιν ἀπελθὼν προσηύξατο τὸν αὐτὸν λόγον εἰπών. 40 καὶ ὑποστρέψας εὗρεν αὐτοὺς πάλιν καθεύδοντας· ἦσαν γὰρ οἱ ὀφθαλμοὶ αὐτῶν καταβαρυνόμενοι, καὶ οὐκ ᾔδεισαν τί ἀποκριθῶσιν αὐτῷ. 41 καὶ ἔρχεται τὸ τρίτον καὶ λέγει αὐτοῖς· Καθεύδετε λοιπὸν καὶ ἀναπαύεσθε! ἀπέχει· ἦλθεν ἡ ὥρα· ἰδοὺ παραδίδοται ὁ υἱὸς τοῦ ἀνθρώπου εἰς τὰς χεῖρας τῶν ἁμαρτωλῶν· 42 ἐγείρεσθε, ἄγωμεν· ἰδοὺ ὁ παραδιδούς με ἤγγικε.

Μετάφραση – απόδοση Π. Τρεμπέλα στα νέα Ελληνικά

ΚΑΤΑ ΜΑΡΚΟΝ ΙΔ´ 10 – 42

10 Καὶ ὁ Ἰούδας ὁ Ἰσκαριώτης, ἕνας ἀπὸ τοὺς δώδεκα, ἐπῆγεν εἱς τοὺς ἀρχιερεῖς καὶ τοὺς ἐπρότεινε νὰ τοὺς τὸν παραδώσῃ. 11 Αὐτοὶ δέ, ὅταν ἤκουσαν τὴν πρότασιν αὐτήν, ἐχάρησαν, διότι τὸ φονικὸν σχέδιον τους θὰ ἐξετελεῖτο ἀθόρυβα καὶ μὲ κάθε ἀσφάλειαν. Καὶ τοῦ ὑπεσχέθησαν νὰ τοῦ δώσουν χρήματα. Καὶ ἐζήτει νὰ εὔρῃ τρόπον νὰ τοὺς τὸν παραδώσῃ εἰς κατάλληλον καιρόν, ὥστε νὰ προληφθῇ κάθε λαϊκὴ ἐξέγερσις. 12 Καὶ κατὰ τὴν πρώτην ἀπὸ τὰς ἑπτὰ ἡμέρας, ποὺ διήρκει ἡ ἑορτὴ τῶν ἀζύμων, τὴν ἡμέραν ποὺ ἔσφαζαν οἱ Ἰουδαῖοι τὸν πασχάλιον ἀμνόν, λέγουν εἱς αὐτὸν οἱ μαθηταί του· Ποὺ θέλεις νὰ ὑπάγωμεν καὶ νὰ ἐτοιμάσωμεν διὰ νὰ φάγῃς τὸ πάσχα; 13 Καὶ ἀποστέλλει δύο ἀπὸ τοὺς μαθητάς του καὶ λέγει εἰς αὐτούς· Πηγαίνετε εἱς τὴν πόλιν καὶ θὰ σᾶς συναντήσῃ ἄνθρωπος, ποὺ θὰ κρατῇ μίαν στάμναν νερό. Ἀκολουθήσατέ τον. 14 Καὶ εἰς ὅποιο σπίτι ἔμβῃ, εἴπατε εἰς τὸν οἰκοδεσπότῃ ὁ διδάσκαλος λέγει· Ποὺ εἶναι ἡ καθορισμένη δι’ ἐμὲ αἴθουσα τοῦ φαγητοῦ, ὅπου θὰ φάγω τὸ πάσχα μὲ τοὺς μαθητάς μου; 15 Καὶ αὐτὸς θὰ σᾶς δείξῃ ἕνα μεγάλο ἀνώγειον, δηλαδὴ πάνω διαμέρισμα τοῦ σπιτιοῦ, μὲ καθίσματα καὶ τραπέζια στρωμένα, καθ’ ὅλα ἕτοιμον. Ἐκεῖ ἐτοιμάσατέ μας τὸ πάσχα.

16 Καὶ ἐβγῆκαν οἱ μαθηταί του καὶ ἦλθαν εἰς τὴν πόλιν εὗρον, καθὼς τοὺς εἶπεν ὁ διδάσκαλος, καὶ ἐτοίμασαν τὸ δεῖπνον, εἰς τὸ ὁποῖον θὰ ἐγίνετο τὸ ἀληθινὸν Πάσχα τῆς Εὐχαριστίας. 17 Καὶ ὅταν ἔγινε βράδυ, ἦλθεν ἐκεῖ μὲ τοὺς δώδεκα μαθητάς. 18 Καὶ τὴν ὥραν ποὺ ἦσαν γερμένοι εἰς τὸ τραπέζι καὶ ἔτρωγαν, εἶπεν ὁ Ἰησοῦς· Ἐν πάσῃ ἀληθείᾳ σᾶς βεβαιῶ, ὅτι ἕνας ἀπὸ σᾶς θὰ μὲ παραδώσῃ εἰς τοὺς σταυρωτάς μου, ὁ ὁποῖος τώρα τρώγει μαζί μου. 19 Αὐτοὶ δὲ ἤρχισαν νὰ λυποῦνται καὶ νὰ τοῦ λέγουν ἕνας ἕνας χωριστά· Μήπως εἶμαι ἐγώ; Καὶ ὁ ἄλλος· Μήπως εἶμαι ἐγώ; 20 Αὐτὸς δὲ ἀπεκρίθη καὶ τοὺς εἶπεν· Ἕνας ἀπὸ σᾶς τοὺς δώδεκα, ὁ ὁποῖος τώρα συντρώγει μαζί μου καὶ βουτᾷ τὸ ψωμί του μαζί μου μέσα εἰς τὸν ζωμὸν τῆς πιατέλλας, αὐτὸς θὰ μὲ παραδώσῃ. 21 Ὁ μὲν υἱὸς τοῦ ἀνθρώπου, ὁ Μεσσίας, φεύγει ἀπὸ τὴν παροῦσαν ζωὴν καὶ πηγαίνει πρὸς τὸν Πατέρα του, σύμφωνα μὲ τὰς προφητείας, ποὺ ἔχουν γραφῆ περὶ αὐτοῦ· ἀλλοίμο ὅμως εἰς τὸν ἄνθρωπον ἐκεῖνον, ποὺ γίνεται ὄργανον διὰ να παραδοθῇ ὁ υἱὸς τοῦ ἀνθρώπου εἰς τοὺς σταυρωτάς του. Ἦτο συμφερώτερον δι’ αὐτὸν νὰ μὴ εἶχε γεννηθῇ ὁ ἄνθρωπος ἐκεῖνος.
22 Καὶ ἐνῷ αὐτοὶ ἔτρωγον, ἐπῆρεν ὁ Ἰησοῦς ἄρτον κα ηὐχαρίστησε τὸν ἐπουράνιον Πατέρα, τὸν ἔκοψε εἰς τεμάχια καὶ ἔδωκεν εἰς αὐτοὺς καὶ εἶπε· Λάβετε, φάγετε· αὐτό, ποὺ σᾶς δίνῳ, εἶναι τὸ σῶμα μου. 23 Καὶ ἀφοῦ ἐπῆρε τὸ ποτήριον, ηὐχαρίστησε καὶ ἔδωκεν εἰς αὐτοὺς καὶ ἔπιον ἀπὸ αὐτὀ ὅλοι. 24 Καὶ εἶπεν εἰς αὐτούς· Τοῦτο, ποὺ πίνετε, εἶναι τὸ αἷμα μου, μὲ τὸ ὁποῖον ἐπικυροῦται ἡ νέα Διαθήκη καὶ τὸ ὁποῖον χύνεται πρὸς σωτηρίαν πολλῶν. 25 Ἀληθινὰ σᾶς λέγω, ὅτι δὲν θὰ πίω πλέον ἀπὸ τὸ προϊὸν καὶ γένημα τῆς ἀμπέλου, μέχρι τῆς ἡμέρας ἐκείνης, ὅταν εὐφραινόμενος θὰ τὸ πίνω καινούργιον καὶ πολὺ πιὸ χαρμόσυνον εἰς τὴν βασιλείαν τοῦ Θεοῦ. Ὁ μυστικὸς οὗτος δεῖπνος δηλαδὴ εἶναι πρόγευμα τῆς τελείας κοινωνίας καὶ ἑνώσεώς μας, ποὺ θὰ πραγματοποιηθῇ ἐν ἀτελευτήτῳ χαρᾷ εἰς τὴν οὐράνιον βασιλείαν τοῦ Θεοῦ. 26 Καὶ ἀφοῦ ἔψαλαν ὕμνον, ἐβγῆκαν εἰς τὸ ὅρος τῶν Ἐλαιῶν. 27 Καὶ λέγει εἰς αὐτοὺς ὁ Ἰησοῦς, ὅτι ὅλοι θὰ κλονισθῆτε εἰς τὴν πίστιν σας πρὸς ἐμὲ κατὰ τὴν νύκτα ταύτην. Διότι ἔχει γραφῆ ἀπὸ τὸν προφήτην Ζαχαρίαν· θὰ ἐπιτρέψω ἐγὼ ὁ Θεὸς καὶ Πατὴρ νὰ κτυπηθῇ καὶ νὰ θανατωθὴ ὁ ποιμήν, ἤτοι ὁ Χριστός, καὶ θὰ διασκορπισθοῦν τὰ πρόβατα τοῦ κοπαδιοῦ, τουτέστιν οἱ μαθηταί του. 28 Ὅταν ὅμως ἀναστηθῶ, θὰ σᾶς προλάβω εἰς τὴν Γαλιλαίαν, ὅπου θὰ ὑπάγω προτήτερα ἀπὸ σᾶς καὶ θὰ σᾶς περιμένω. 29 Ἀλλ’ ὁ Πέτρος τοῦ εἶπε· Καὶ ἐὰν ὅλοι κλονισθοῦν εἰς τὴν πρὸς σὲ πίστιν, ἐγὼ ὅμως δὲν θὰ σκανδαλισθῶ.
30 Καὶ λέγει πρὸς αὐτὸν ὁ Ἰησοῦς· Ἀληθινὰ σοῦ λέγω, ὅτι σὺ ποὺ τώρα λέγεις αὐτά, σήμερον, κατὰ τὴν νύκτα αὐτήν, προτοῦ νὰ λαλήσῃ δύο φορὰς ὁ πετεινός, θὰ μὲ ἀπαρνηθῇς τρεῖς φοράς. 31 Αὐτὸς δὲ ἐπέμενε πολὺ περισσότερον καὶ ἔλεγεν· Ἐὰν χρειασθῇ νὰ ἀποθάνω καὶ ἐγὼ μαζί σου, κατ’ οὐδένα λόγον θὰ σὲ ἀρνηθῶ. Τὰ ἴδια δὲ ἔλεγαν καὶ ὅλοι οἱ μαθηταί. 32 Καὶ ἔρχονται εἰς κάποιο περιφραγμένον ἀγρόκτημα, ποὺ ἐλέγετο Γεθσημανῆ, καὶ λέγει εἰς τοὺς μαθητάς του· καθήσατε ἐδῶ, ἕως ὅτου προσευχηθῶ. 33 Καὶ παίρνει μαζί του τὸν Πέτρον καὶ τὸν Ἰάκωβον καὶ τὸν Ἰωάννην καὶ ἤρχισε νὰ καταλαμβάνεται ἀπὸ μεγάλην λύπην καὶ ἔκπληξιν διὰ τὸ σκληρὸν πάθημα, ποὺ τοῦ ἐτοιμάζαν μὲ πρωτοφανὲς μῖσος αὐτοί, τοὺς ὁποίους αὐτὸς τόσον ἠγάπησε, καὶ νὰ αἰσθάνεται βάρος μεγάλο ἡ καρδία του. 34 Καὶ λέγει εἰς αὐτούς· Εἶναι καταλυπημένη ἡ ψυχή μου μέχρι σημείου, ποὺ νὰ κινδυνεύω νὰ ἀποθάνω. Μείνατε ἔδω καὶ ἀγρυπνεῖτε. 35 Καὶ ἀφοῦ ἐπροχώρησεν ὀλίγον ἔπεσε μὲ τὸ πρόσωπον κατὰ γῆς καὶ προσηύχετο, ἐὰν εἶναι δυνατόν, χωρὶς νὰ ματαιωθῇ τὸ περὶ σωτηρίας τῶν ἀνθρώπων σχέδιον τοῦ Θεοῦ, νὰ περάσῃ μακρὰν ἀπὸ αὐτὸν ἡ ὥρα τῶν παθῶν καὶ τοῦ θανάτου 36 Καὶ ἔλεγεν· Ἀββᾶ, Πατέρα μου, ὅλα σοῦ εἶναι δυνατά· ἀπομάκρυνε ἀπὸ ἐμὲ τὸ ποτήριον αὐτὸ τοῦ μαρτυρικοῦ θανάτου. Ἀλλ’ ὄχι ἐκεῖνο ποὺ θέλω ἐγώ, ἀλλ’ ἐκεῖνο ποὺ θέλεις σύ, αὐτὸ νὰ γίνῃ.
37 Καὶ ἔρχεται καὶ τοὺς εὑρίσκει νὰ κοιμῶνται καὶ λέγει εἰς τὸν Πέτρον· Σίμων, σὺ ποὺ πρὸ ὀλίγου ἔδιδες εἰς ἐμὲ τόσας ὑποσχέσεις, κοιμᾶσαι; δὲν ἠμπορέσατε οὔτε μίαν ὥραν να μείνετε ἄγρυπνοι; 38 Ἀγρυπνεῖτε καὶ προσεύχεσθε, διὰ νὰ μὴ καταληφθῆτε καὶ κυριευθῆτε ἀπὸ πειρασμόν, ποὺ θὰ κλονίσῃ τὴν πίστιν σας. Τὸ μὲν βάθος τῆς ψυχῆς σας εἶναι πρόθυμον νὰ ὑπακούῃ εἰς τὸ καθῆκον, τὸ σαρκικὸν φρόνημα ὅμως κάμνει τὴν ἀνθρωπίνην φύσιν ἀδύνατον καὶ παρασύρει τὸν ἄνθρωπον παρὰ τὴν ἀγαθὴν διάθεσίν του εἰς τὸ κακόν. 39 Καὶ πάλιν, ἀφοῦ ἔφυγεν ἀπὸ αὐτούς, προσηυχήθη καὶ εἶπε τὸν αὐτὸν λόγον. 40 Καὶ ἀφοῦ ἐπέστρεψε, τοὺς ηὗρε πάλιν νὰ κοιμῶνται· διότι τὰ μάτια τους ἦσαν βαρειὰ ἀπὸ τὸν νυσταγμόν, καὶ δὲν ἤξευραν, τί νὰ τοῦ ἀποκριθοῦν. 41 Καὶ ἔρχεται διὰ τρίτην φορὰν καὶ τοὺς λέγει· Περίεργον ! Ὕστερα ἀπὸ αὐτὰ ποὺ σᾶς εἶπα, κοιμᾶσθε ἀκόμη καὶ ἀναπαύεσθε ! Ἀρκεῖ πλέον ὁ ὕπνος. Ἦλθεν ἡ ὥρα· ἰδοὺ παραδίδεται ὁ υἱὸς τοῦ ἀνθρώπου εἰς τὰς χεῖρας τῶν ἁμαρτωλῶν. 42 Σηκωθῆτε, ἂς ὑπάγωμεν πρὸς συνάντησίν των. Ἰδοὺ, ἐπλησίασεν αὐτός, ποὺ μὲ παραδίδει εἰς τοὺς σταυρωτάς μου.

Αποστολικά αναγνώσματα 2022

Ο Απόστολος σήμερα Τρίτη 22 Φεβρουαρίου 2022

ΕΠΙΣΤΟΛΗ ΙΩΑΝΝΟΥ Α’ Γ´ 9 – 22

9 Πᾶς ὁ γεγεννημένος ἐκ τοῦ Θεοῦ ἁμαρτίαν οὐ ποιεῖ, ὅτι σπέρμα αὐτοῦ ἐν αὐτῷ μένει· καὶ οὐ δύναται ἁμαρτάνειν, ὅτι ἐκ τοῦ Θεοῦ γεγέννηται. 10 ἐν τούτῳ φανερά ἐστι τὰ τέκνα τοῦ Θεοῦ καὶ τὰ τέκνα τοῦ διαβόλου. πᾶς ὁ μὴ ποιῶν δικαιοσύνην οὐκ ἔστιν ἐκ τοῦ Θεοῦ, καὶ ὁ μὴ ἀγαπῶν τὸν ἀδελφὸν αὐτοῦ. 11 ὅτι αὕτη ἐστὶν ἡ ἀγγελία ἣν ἠκούσατε ἀπ’ ἀρχῆς, ἵνα ἀγαπῶμεν ἀλλήλους, 12 οὐ καθὼς Κάϊν ἐκ τοῦ πονηροῦ ἦν καὶ ἔσφαξε τὸν ἀδελφὸν αὐτοῦ· καὶ χάριν τίνος ἔσφαξεν αὐτόν; ὅτι τὰ ἔργα αὐτοῦ πονηρὰ ἦν, τὰ δὲ τοῦ ἀδελφοῦ αὐτοῦ δίκαια. 13 Μὴ θαυμάζετε, ἀδελφοί, εἰ μισεῖ ὑμᾶς ὁ κόσμος. 14 ἡμεῖς οἴδαμεν ὅτι μεταβεβήκαμεν ἐκ τοῦ θανάτου εἰς τὴν ζωήν, ὅτι ἀγαπῶμεν τοὺς ἀδελφούς· ὁ μὴ ἀγαπῶν τὸν ἀδελφὸν μένει ἐν τῷ θανάτῳ. 15 πᾶς ὁ μισῶν τὸν ἀδελφὸν αὐτοῦ ἀνθρωποκτόνος ἐστί, καὶ οἴδατε ὅτι πᾶς ἀνθρωποκτόνος οὐκ ἔχει ζωὴν αἰώνιον ἐν αὐτῷ μένουσαν.

16 ἐν τούτῳ ἐγνώκαμεν τὴν ἀγάπην, ὅτι ἐκεῖνος ὑπὲρ ἡμῶν τὴν ψυχὴν αὐτοῦ ἔθηκε· καὶ ἡμεῖς ὀφείλομεν ὑπὲρ τῶν ἀδελφῶν τὰς ψυχὰς τιθέναι. 17 ὃς δ’ ἂν ἔχῃ τὸν βίον τοῦ κόσμου καὶ θεωρῇ τὸν ἀδελφὸν αὐτοῦ χρείαν ἔχοντα καὶ κλείσῃ τὰ σπλάγχνα αὐτοῦ ἀπ’ αὐτοῦ, πῶς ἡ ἀγάπη τοῦ Θεοῦ μένει ἐν αὐτῷ; 18 Τεκνία μου, μὴ ἀγαπῶμεν λόγῳ μηδὲ τῇ γλώσσῃ, ἀλλ’ ἐν ἔργῳ καὶ ἀληθείᾳ. 19 καὶ ἐν τούτῳ γινώσκομεν ὅτι ἐκ τῆς ἀληθείας ἐσμέν, καὶ ἔμπροσθεν αὐτοῦ πείσομεν τὰς καρδίας ἡμῶν, 20 ὅτι ἐὰν καταγινώσκῃ ἡμῶν ἡ καρδία, ὅτι μείζων ἐστὶν ὁ Θεὸς τῆς καρδίας ἡμῶν καὶ γινώσκει πάντα. 21 ἀγαπητοί, ἐὰν ἡ καρδία ἡμῶν μὴ καταγινώσκῃ ἡμῶν, παρρησίαν ἔχομεν πρὸς τὸν Θεόν, 22 καὶ ὃ ἐὰν αἰτῶμεν λαμβάνομεν παρ’ αὐτοῦ, ὅτι τὰς ἐντολὰς αὐτοῦ τηροῦμεν καὶ τὰ ἀρεστὰ ἐνώπιον αὐτοῦ ποιοῦμεν.

Μετάφραση – απόδοση Π. Τρεμπέλα στα νέα Ελληνικά

ΕΠΙΣΤΟΛΗ ΙΩΑΝΝΟΥ Α’ Γ´ 9 – 22

9 Καθένας ποὺ ἔχει γεννηθῇ ἀπὸ τὸν Θεόν, δὲν πράττῃ ποτὲ θεληματικῶς καὶ μὲ ψυχρὸν ὑπολογισμὸν καμμίαν ἁμαρτίαν. Διότι ἡ νέα ζωή, ποὺ τοῦ μετέδωκε διὰ τοῦ Πνεύματός του ὁ Θεός, μένῃ μέσα του. Καὶ ἡ θέλησίς του ἀποκτᾷ τέτοιαν συνήθειαν εἰς τὴν ἀρετήν, ὥστε δὲν δύναται οὗτος νὰ ἁμαρτάνῃ, διότι ἔχῃ γεννηθῇ ἀπὸ τὸν Θεόν καὶ ὁμοιάζει πρὸς τὸν Θεόν. 10 Αύτὸ εἶναι τὸ διακριτικὸν γνώρισμα, μὲ τὸ ὁποῖον γίνονται εἰς ὅλους φανερὰ τὰ παιδιὰ τοῦ Θεοῦ καὶ τὰ παιδιὰ τοῦ διαβόλου. Καθένας δηλαδή, ποὺ δὲν ἀσκεῖ εἰς τὸν βίον τοῦυπᾶσαν ἀρετήν, αὐτὸς δὲν εἶναι ἀπὸ τὸν Θεόν καὶ δὲν ἔχει πατέρα τὸν Θεόν. Τὸ ἴδιον καὶ ἐκεῖνος, ποὺ δὲν ἀγαπᾷ τὸν ἀδελφόν του Χριστιανόν, δὲν εἶναι παιδὶ τοῦ Θεοῦ. 11 Καὶ δὲν εἶναι παιδὶ τοῦ Θεοῦ αὐτός, ποὺ δὲν ἀγαπᾷ τὸν ἀδελφόν του, διότι αὐτὸ εἶναι τὸ κύριον παράγγελμα, ποὺ σᾶς ἐγνωστοποιήθη μὲ τὸ κήρυγμα καὶ τὸ ὁποῖον ἠκούσατε ἀπὸ τὴν ἀρχὴν τῆς ἐπιστροφῆς σας εἰς τὸν Χριστόν, τὸ νὰ ἀγαπῶμεν ὁ ἕνας τὸν ἄλλον. 12 Καὶ ἂς μὴ τρέφωμεν αἰσθήματα ὅμοια πρὸς τοῦ Κάϊν, ὁ ὁποῖος ἦτο τέκνον τοῦ πονηροῦ διαβόλου καὶ ἔσφαξεν ἄσπλαγχνα τὸν ἀδελφόν του. Καὶ διατὶ τὸν ἔσφαξε; Διότι τὰ ἔργα του ἦσαν πονηρά, τὰ δὲ ἔργα τοῦ ἀδελφοῦ του ἦσαν δίκαια, ἡ ἀρετὴ δὲ καὶ ἡ δικαιοσύνη προκαλεῖ τὴν ἀντιπάθειαν τοῦ διαβόλου καὶ τῶν πονηρῶν παιδιῶν του. 13 Μὴ παραξενεύεσθε, λοιπόν, ἀδελφοί μου, ἐὰν σᾶς μισῇ ὁ μακρὰν τοῦ Θεοῦ κόσμος. 14 Ἡμεῖς ἠξεύρομεν ἐκ πείρας, ὅτι ἔχομεν μεταβῆ ἀπὸ τὸν πνευματικὸν θάνατον εἰς τὴν πνευματικὴν ζωήν. Καὶ τὸ ἠξεύρομεν, διότι ἀγαπῶμεν τοὺς ἀδελφούς. Ἐκεῖνος ποὺ δὲν ἀγαπᾷ τὸν ἀδελφόν του, ἑξακολουθεῖ νὰ παραμένῃ εἰς τὸν πνευματικὸν θάνατον. 15 Καθένας ποὺ μισεῖ τὸν ἀδελφόν του, εἶναι φονεύς, διότι ἔχει μέσα του διάθεσιν φονικὴν καὶ θέλει τὴν καταστροφὴν καὶ τὸν θάνατον τοῦ μισουμένου. Καὶ ἠξεύρετε, ὅτι κάθε φονεὺς δὲν ἔχει ζωὴν αἰώνιον, ἡ ὁποία νὰ μένῃ μέσα του.

16 Μὲ αὐτὸ δὲ ἔχομεν μάθει, τί εἶναι ἡ ἀγάπη· μὲ τὸ ὅτι δηλαδὴ ἐκεῖνος (ὁ Χριστός) διὰ τὴν σωτηρίαν μας παρέδωκε προθύμως εἰς θάνατον τὴν ζωήν του. Κατὰ συνέπειαν δὲ καὶ ἡμεῖς ἔχομεν ὑποχρέωσιν σύμφωνα μὲ τὸ παράδειγμα τοῦτο νὰ παραδίδωμεν τὴν ζωήν μας ὑπὲρ τῶν ἀδελφῶν καὶ ὄχι νὰ θέλωμεν να ἀφαιρέσωμεν τὴν ζωὴν αὐτῶν. 17 Ὅποιος ὅμως ἔχει τὰ πλούτη τοῦ κόσμου καὶ παρατηρεῖ τὸν ἀδελφόν του, ὅτι οὗτος ἔχει ἀνάγκην, καὶ κλείσῃ τὴν καρδίαν του καὶ τὰ σπλάγχνα του ἀπὸ αὐτόν, ὥστε νὰ μὴ αἴσθανθῇ καμμίαν συμπάθειαν διὰ τὴν δυστυχίαν του, πῶς εἶναι δυνατὸν ἡ ἀγάπη πρὸς τὸν Θεόν νὰ μένῃ μέσα του; 18 Παιδάκια μου, ἂς μὴ ἀγαπῶμεν μὲ λόγια καὶ μὲ τὴν γλῶσσαν μόνον, ἀλλ’ ἂς ἀγαπῶμεν μὲ ἔργα εὐεργετικὰ καὶ ὄχι ψεύτικα, ἀλλὰ ἀληθινά. 19 Καὶ μὲ αὐτό, ἤτοι μὲ τὴν εἰλικρινῆ ἀγάπην καὶ τὴν εὐεργεσίαν, γνωρίζομεν ὅτι καταγόμεθα ἀπὸ τὴν ἀλήθειαν καὶ ἔχομεν ἀναγεννηθῇ ἀπὸ τὸν Θεόν. Καὶ ὅταν ἔχωμεν τὴν ἀγάπην αὐτήν, θὰ καθησυχάσωμεν ἐνώπιόν του τὰς συνειδήσεις μας καὶ δὲν θὰ μᾶς τύπτουν αὗται ἀπέναντι τοῦ Θεοῦ, 20 εἰς ὀ,τιδήποτε καὶ ἂν μᾶς κατηγοροῦν αὗται. Καὶ θὰ καθησυχάσωμεν τὰς συνειδήσεις μας, διότι ὁ Θεὸς εἶναι μεγαλύτερος ἀπὸ τὰς συνειδήσεις μας καὶ ἠξεύρει τελείως καὶ καλύτερα ἀπὸ αὐτὰς ὅλα τὰ σφάλματά μας καὶ ὅλας τὰς τύψεις μας. Ἠξεύρει τὴν ἐνοχήν μας. Ἐφ’ ὅσον λοιπὸν ὁ γινώσκων τὰ πάντα Θεὸς πείθει ἡμᾶς, ὅτι εἴμεθα τέκνα του, δὲν ὑπάρχει φόβος νὰ κατακριθῶμεν. 21 Ἀγαπητοί, ἐὰν ἡ συνείδησίς μας δὲν μᾶς κατηγορῇ, ἔχομεν θάρρος πρὸς τὸν Θεόν. 22 Καὶ ὀ,τιδήποτε τοῦ ζητοῦμεν διὰ τῆς προσευχῆς, τὸ λαμβάνομεν ἀπὸ αὐτόν. Καὶ τὸ λαμβάνομεν, διότι τηροῦμεν τὰς ἐντολάς του καὶ πράττομεν αὐτά, ποὺ τοῦ ἀρέσουν.

Ευαγγελικά & Αποστολικά αναγνώσματα 2022 από την orthodoxia.online

 

 

 

Έλα στην κοινότητα μας στο VIBER

Εγγραφή στην orthodoxia.online μέσω Email

Εισάγετε το email σας για εγγραφή στην υπηρεσία αποστολής ειδοποιήσεων μέσω email για νέες δημοσιεύσεις.