Advertisements
 
Advertisements
Ευαγγέλια

Ευαγγέλιο & Απόστολος σήμερα, Δευτέρα, 12/2/2024

Ευαγγέλιο
Ευαγγέλιο & Απόστολος σήμερα, Δευτέρα, 12/2/2024, με Ερμηνευτική απόδοση Παναγιώτη Τρεμπέλα στα νέα ελληνικά
Advertisements

Ευαγγελικά αναγνώσματα 2024: Το Ευαγγέλιο σήμερα, Δευτέρα, 12/2/2024

ΚΑΤΑ ΜΑΡΚΟΝ Ι´ 46 – 52

Advertisements

46 Καὶ ἔρχονται εἰς Ἰεριχώ· καὶ ἐκπορευομένου αὐτοῦ ἀπὸ Ἰεριχὼ καὶ τῶν μαθητῶν αὐτοῦ καὶ ὄχλου ἱκανοῦ, ὁ υἱὸς Τιμαίου Βαρτιμαῖος τυφλὸς ἐκάθητο παρὰ τὴν ὁδὸν προσαιτῶν. 47 καὶ ἀκούσας ὅτι Ἰησοῦς ὁ Ναζωραῖός ἐστιν, ἤρξατο κράζειν καὶ λέγειν· Υἱὲ Δαυῒδ Ἰησοῦ, ἐλέησόν με. 48 καὶ ἐπετίμων αὐτῷ πολλοὶ ἵνα σιωπήσῃ· ὁ δὲ πολλῷ μᾶλλον ἔκραζεν· Υἱὲ Δαυῒδ, ἐλέησόν με.

49 καὶ στὰς ὁ Ἰησοῦς εἶπε· Φωνήσατε αὐτόν· καὶ φωνοῦσιν τὸν τυφλὸν λέγοντες αὐτῷ· Θάρσει, ἔγειρε· φωνεῖ σε. 50 ὁ δὲ ἀποβαλὼν τὸ ἱμάτιον αὐτοῦ ἀναστὰς ἦλθε πρὸς τὸν Ἰησοῦν. 51 καὶ ἀποκριθεὶς λέγει αὐτῷ ὁ Ἰησοῦς· Τί σοι θέλεις ποιήσω; ὁ δὲ τυφλὸς εἶπεν αὐτῷ· Ραββουνι, ἵνα ἀναβλέψω. 52 καὶ ὁ Ἰησοῦς εἶπεν αὐτῷ· Ὕπαγε, ἡ πίστις σου σέσωκέ σε. καὶ εὐθέως ἀνέβλεψε, καὶ ἠκολούθει τῷ Ἰησοῦ ἐν τῇ ὁδῷ.

Advertisements

Ερμηνευτική απόδοση Παναγιώτη Τρεμπέλα στα νέα ελληνικά

 

ΚΑΤΑ ΜΑΡΚΟΝ Ι´ 46 – 52

46 Καὶ ἔρχονται εἰς τὴν Ἱεριχῶ. Καὶ τὴν ὥραν ποὺ ἔβγαιναν ἀπὸ τὴν Ἱεριχῶ αὐτὸς καὶ οἱ μαθηταί του καὶ λαὸς πολύς, ἐκάθητο πλησίον τοῦ δρόμου καὶ ἐζητιάνευεν ὁ τυφλὸς Βαρτίμαιος, ὁ υἱὸς τοῦ Τιμαίου. 47 Καὶ ὅταν ἤκουσεν, ὅτι ὁ Ἰησοῦς ὁ Ναζωραῖος ἦτο ἐκεῖ, ἤρχισε νὰ φωνάζῃ δυνατὰ καὶ νὰ λέγῃ· Ἰησοῦ, ἔνδοξε ἀπόγονε τοῦ Δαβίδ, ποὺ εἰς σὲ ἀναφέρονται ὅσα προεῖπον οἱ προφῆται. ἐλέησέ με. 48 Καὶ τὸν ἐπέπληττον πολλοὶ καὶ τὸν ἠνάγκαζαν νὰ σιωπήσῃ. Αὐτὸς ὅμως πολὺ περισσότερον ἐφώναζεν· Ἀπόγονε τοῦ Δαβίδ, ἐλέησέ με.

49 Καὶ ἀφοῦ διέκοψε τὴν πορείαν του ὁ Ἰησοῦς, εἶπε νὰ τὸν καλέσουν. Καὶ προσκαλοῦν τὸν τυφλὸν καὶ τοῦ λέγουν· Ἔχε θάρρος· σήκω, σὲ φωνάζει νὰ ὑπάγῃς ἐκεῖ. 50 Αὐτὸς δὲ ἀφοῦ ἐπέταξε τὸ ἐξωτερικόν του ἔνδυμα, διὰ νὰ μὴ τὸν ἐμποδίζῃ εἰς τὸ τρέξιμόν του, ἐσηκώθη καὶ ἦλθε πλησίον τοῦ Ἰησοῦ. 51 Καὶ ὁ Ἰησοῦς ἀπεκρίθη καὶ τοῦ εἶπε· Τί θέλεις νὰ σοῦ κάμω; Ὁ δὲ τυφλὸς εἶπε πρὸς αὐτόν· Διδάσκαλε, θέλω νὰ ἀποκτήσω πάλιν τὸ φῶς μου καὶ νὰ ξαναϊδῶ. 52 Ὁ δὲ Ἰησοῦς τοῦ εἶπε· Πήγαινε· ἡ πίστις, ποὺ ἔχεις, ὅτι ἐγὼ δύναμαι νὰ σοῦ δώσω τὸ φῶς τῶν ματιῶν σου, σὲ ἔσωσεν ἀπὸ τὴν ἀθεράπευτον τύφλωσίν σου. Καὶ ἀμέσως ἀπέκτησε πάλιν τὸ φῶς του καὶ γεμᾶτος εὐγνωμοσύνην ἠκολούθει τὸν Ἰησοῦν εἰς τὸν δρόμον, ποὺ ἐβάδιζε πηγαίνων εἰς τὰ Ἱεροσόλυμα.

Advertisements

Αποστολικά αναγνώσματα 2024: Ο Απόστολος σήμερα Δευτέρα, 12/2/2024

 

ΕΠΙΣΤΟΛΗ ΙΑΚΩΒΟΥ Β´ 14 – 26

14 Τί τὸ ὄφελος, ἀδελφοί μου, ἐὰν πίστιν λέγῃ τις ἔχειν, ἔργα δὲ μὴ ἔχῃ; μὴ δύναται ἡ πίστις σῶσαι αὐτόν; 15 ἐὰν δὲ ἀδελφὸς ἢ ἀδελφὴ γυμνοὶ ὑπάρχωσι καὶ λειπόμενοι ὦσι τῆς ἐφημέρου τροφῆς, 16 εἴπῃ δέ τις αὐτοῖς ἐξ ὑμῶν, ὑπάγετε ἐν εἰρήνῃ, θερμαίνεσθε καὶ χορτάζεσθε, μὴ δῶτε δὲ αὐτοῖς τὰ ἐπιτήδεια τοῦ σώματος, τί τὸ ὄφελος;

17 οὕτω καὶ ἡ πίστις, ἐὰν μὴ ἔργα ἔχῃ, νεκρά ἐστι καθ’ ἑαυτήν. 18 ἀλλ’ ἐρεῖ τις· σὺ πίστιν ἔχεις, κἀγὼ ἔργα ἔχω· δεῖξόν μοι τὴν πίστιν σου ἐκ τῶν ἔργων σου, κἀγὼ δείξω σοι ἐκ τῶν ἔργων μου τὴν πίστιν μου. 19 σὺ πιστεύεις ὅτι ὁ Θεὸς εἷς ἐστι· καλῶς ποιεῖς· καὶ τὰ δαιμόνια πιστεύουσι καὶ φρίσσουσι. 20 θέλεις δὲ γνῶναι, ὦ ἄνθρωπε κενέ, ὅτι ἡ πίστις χωρὶς τῶν ἔργων νεκρά ἐστιν; 21 Ἀβραὰμ ὁ πατὴρ ἡμῶν οὐκ ἐξ ἔργων ἐδικαιώθη, ἀνενέγκας Ἰσαὰκ τὸν υἱὸν αὐτοῦ ἐπὶ τὸ θυσιαστήριον;

Advertisements

22 βλέπεις ὅτι ἡ πίστις συνήργει τοῖς ἔργοις αὐτοῦ, καὶ ἐκ τῶν ἔργων ἡ πίστις ἐτελειώθη, 23 καὶ ἐπληρώθη ἡ γραφὴ ἡ λέγουσα· ἐπίστευσε δὲ Ἀβραὰμ τῷ Θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην, καὶ φίλος Θεοῦ ἐκλήθη. 24 ὁρᾶτε τοίνυν ὅτι ἐξ ἔργων δικαιοῦται ἄνθρωπος καὶ οὐκ ἐκ πίστεως μόνον. 25 ὁμοίως δὲ καὶ Ραὰβ ἡ πόρνη οὐκ ἐξ ἔργων ἐδικαιώθη, ὑποδεξαμένη τοὺς ἀγγέλους καὶ ἑτέρᾳ ὁδῷ ἐκβαλοῦσα; 26 ὥσπερ γὰρ τὸ σῶμα χωρὶς πνεύματος νεκρόν ἐστιν, οὕτω καὶ ἡ πίστις χωρὶς τῶν ἔργων νεκρά ἐστι.

Ερμηνευτική απόδοση Παναγιώτη Τρεμπέλα στα νέα ελληνικά

 

ΕΠΙΣΤΟΛΗ ΙΑΚΩΒΟΥ Β´ 14 – 26

14 Τί ὠφελεῖ, ἀδελφοί μου, ἐὰν ἕνας λέγῃ, ὅτι ἔχει πίστιν, ἀλλὰ δὲν ἔχῃ τὰ ἔργα, τὰ ὁποῖα παράγει ἡ ἀληθὴς καὶ πραγματικὴ πίστις; Μήπως ἡ πίστις αὐτὴ ἡ θεωρητική, ποὺ δὲν συνοδεύεται ἀπὸ τὰ ἔργα τῆς ἀγάπης, ἔχει τὴν δύναμιν νὰ τὸν σώσῃ; 15 Διὰ νὰ πεισθῆτε δὲ περὶ τούτου, σᾶς φέρω ἐν παράδειγμα: Ἐὰν ἕνας ἀδελφὸς Χριστιανὸς ἡ μία ἀδελφὴ Χριστιανὴ εἶναι γυμνοὶ καὶ δὲν ἔχουν ἀρκετὰ ἐνδύματα, στεροῦνται δὲ καὶ τῆς ἀναγκαίας διὰ τὴν ἡμέραν τροφῆς, 16 τοὺς εἴπη δὲ ἕνας ἀπὸ σᾶς· Πηγαίνετε στὸ καλό, ζεσταθῆτε καὶ χορτασθῆτε καλά, δὲν τοὺς δώσετε ὅμως καὶ τὰ ἀναγκαῖα διὰ τὴν συντήρησιν τοῦ σώματος, τί ὠφελεῖ τοῦτο; 17 Ἔτσι καὶ ἡ πίστις, ἐὰν δὲν ἔχῃ ὡς καρπὸν ἔργα ἀρετῆς εἶναι ὅλως διόλου καὶ ἀπὸ αὐτὴν τὴν ρίζαν της νεκρά. 18 Ἀλλὰ θὰ εἴπῃ κάποιος πρὸς τρίτον τινά·

Advertisements

Σὺ ἔχεις θεωρητικὴν πίστιν, καὶ ἑγὼ ἔχω ἔργα ἀρετῆς χωρὶς νὰ ἔχω πίστιν. Ἀλλὰ τοῦτο εἶναι ἀσύστατον καὶ ἀκατανόητον. Οὔτε πίστις ἀληθὴς δύναται νὰ ὑπάρξῃ ἄνευ ἔργων ἀρετῆς, οὔτε ἀληθὴς καὶ τελεία ἀρετὴ δύναται νὰ κατορθωθῇ ἄνευ πίστεως. Ἡ πίστις εἶναι κάτι, ποὺ δὲν φαίνεται παρὰ μόνον εἰς τὰ ἀποτελέσματά της. Ἀπόδειξόν μου λοιπόν, ὅτι πιστεύεις ἀπὸ τὰ ἔργα σου. Καὶ ἑγὼ θὰ σοῦ δείξω ἀπὸ τὰ ἔργα τῆς ἀρετῆς μου, ὅτι ἔχω πίστιν· διότι ἐὰν δὲν εἶχα πίστιν, δὲν θὰ εἶχα οὔτε τὸν καρπὸν τῆς πίστεως, ἤτοι τὰ ἔργα τῆς ἀρετῆς. 19 Σὺ πιστεύεις, ὅτι ὁ Θεὸς εἶναι ἕνας· καλὰ κανεὶς καὶ πιστεύεις εἰς τὴν ἀλήθειαν αὐτήν. Μὴ ξεχάνῃς ὅμως, ὅτι καὶ τὰ δαιμόνια πιστεύουν εἰς τὴν ὕπαρξιν τοῦ Θεοῦ καὶ καταλαμβάνονται ὑπὸ τρόμου πρὸ τῆς δικαιοσύνης του καὶ τῆς δυνάμεώς του. 20 Θέλεις δὲ νὰ μάθῃς, ὦ ἄνθρωπε ἀνόητε, ὅτι ἡ πίστις, ὅταν δὲν συνοδεύεται καὶ ἀπὸ τὰ ἔργα τῆς ἀρετῆς, εἶναι νεκρὰ καὶ δὲν ἔχει τὴν δύναμιν νὰ σώσῃ;

21 Ὁ Ἀβραὰμ ὁ προπάτωρ μας δὲν ἔγινε δίκαιος ἀπὸ τὰ ἔργα τῆς ἀρετής του, ὅταν ἀνεβίβασεν ὡς θυσίαν ἐπάνω εἰς τὸ θυσιαστήριον τὸν Ἰσαὰκ τὸ παιδί του; 22 Βλέπεις, ὅτι ἡ πίστις συνειργάζετο μὲ τὰ ἔργα τοῦ Ἀβραὰμ καὶ ἀπὸ τὰ ἔργα ἡ πίστις ἐτελειοποιήθη. 23 Καὶ ἐπαλήθευσε τελείως ἡ Γραφή, ἡ ὁποία λέγει· Ἐπίστευσε δὲ ὁ Ἀβραὰμ ὡς τὸν Θεόν καὶ ἐλογαριάσθη εἰς αὐτὸν ἡ πίστις του αὕτη τόσον πολύ, ὥστε ὁ Θεὸς νὰ τὸν θεωρήσῃ δίκαιον καὶ ὠνομάσθη φίλος καὶ ἀγαπημένος τοῦ Θεοῦ. 24 Βλέπετε λοιπόν, ὅτι κάθε ἄνθρωπος ἀναδεικνύεται δίκαιος ἀπὸ τὰ ἔργα καὶ ὄχι μόνον ἀπὸ τὴν πίστιν. 25 Ὁμοίως δὲ καὶ αὐτὴ ἡ πόρνη ἡ Ραὰβ δὲν ἐδικαιώθη ἀπὸ τὰ ἔργα, ποὺ ἔκαμεν, ὅταν ὑπεδέχθη τοὺς ἀπεσταλμένους τῶν Ἰουδαίων καὶ τοὺς ἔβγαλεν ἀπὸ ἄλλον δρόμον ἔξω ἀπὸ τὴν Ἱεριχῶ; 26 Ναί· τὰ ἔργα ζωντανεύουν τὴν πίστιν. Διότι ὅπως τὸ σῶμα, χωρὶς τὴν ψυχήν, εἶναι νεκρόν, ἔτσι καὶ ἡ πίστις, χωρὶς τὰ ἔργα τῆς ἀρετῆς, δὲν εἶναι, πίστις ζωντανή, ἀλλὰ νεκρά.

 

Advertisements