Advertisements
Ευαγγέλια

Ευαγγέλια | Ευαγγέλιο & Απόστολος Τετάρτη 29 Δεκεμβρίου 2021

Απόστολος της Κυριακής - Κυριακή της Σαμαρείτιδος 2022 - 22 Μαΐου
Ευαγγέλιο και Απόστολος σήμερα αύριο κάθε μέρα | Ευαγγελικά αναγνώσματα 2021
Advertisements

Το Ευαγγέλιο και ο Απόστολος της Τετάρτης 29 Δεκεμβρίου 2021
Άγια Νήπια (περίπου 14.000) που εσφάγισαν με διαταγή του Ηρώδη

Ευαγγέλιο σήμερα Τετάρτη 29 Δεκεμβρίου 2021

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ Β´ 13 – 23

13 Ἀναχωρησάντων δὲ αὐτῶν ἰδοὺ ἄγγελος Κυρίου φαίνεται κατ’ ὄναρ τῷ Ἰωσὴφ λέγων· Ἐγερθεὶς παράλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ καὶ φεῦγε εἰς Αἴγυπτον, καὶ ἴσθι ἐκεῖ ἕως ἂν εἴπω σοι· μέλλει γὰρ Ἡρῴδης ζητεῖν τὸ παιδίον τοῦ ἀπολέσαι αὐτό. 14 ὁ δὲ ἐγερθεὶς παρέλαβεν τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ νυκτὸς καὶ ἀνεχώρησεν εἰς Αἴγυπτον, 15 καὶ ἦν ἐκεῖ ἕως τῆς τελευτῆς Ἡρῴδου· ἵνα πληρωθῇ τὸ ῥηθὲν ὑπὸ Κυρίου διὰ τοῦ προφήτου λέγοντος· Ἐξ Αἰγύπτου ἐκάλεσα τὸν υἱόν μου. 16 Τότε Ἡρῴδης ἰδὼν ὅτι ἐνεπαίχθη ὑπὸ τῶν μάγων ἐθυμώθη λίαν, καὶ ἀποστείλας ἀνεῖλεν πάντας τοὺς παῖδας τοὺς ἐν Βηθλέεμ καὶ ἐν πᾶσι τοῖς ὁρίοις αὐτῆς ἀπὸ διετοῦς καὶ κατωτέρω, κατὰ τὸν χρόνον ὃν ἠκρίβωσεν παρὰ τῶν μάγων. 17 τότε ἐπληρώθη τὸ ῥηθὲν διὰ Ἰερεμίου τοῦ προφήτου λέγοντος· 18 Φωνὴ ἐν Ραμὰ ἠκούσθη, κλαυθμὸς καὶ ὀδυρμὸς πολύς· Ραχὴλ κλαίουσα τὰ τέκνα αὐτῆς, καὶ οὐκ ἤθελεν παρακληθῆναι, ὅτι οὐκ εἰσί. 19 Τελευτήσαντος δὲ τοῦ Ἡρῴδου ἰδοὺ ἄγγελος Κυρίου φαίνεται κατ’ ὄναρ τῷ Ἰωσὴφ ἐν Αἰγύπτῳ 20 λέγων· Ἐγερθεὶς παράλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ καὶ πορεύου εἰς γῆν Ἰσραήλ, τεθνήκασιν γὰρ οἱ ζητοῦντες τὴν ψυχὴν τοῦ παιδίου. 21 ὁ δὲ ἐγερθεὶς παρέλαβεν τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ καὶ εἰσῆλθεν εἰς γῆν Ἰσραήλ. 22 ἀκούσας δὲ ὅτι Ἀρχέλαος βασιλεύει τῆς Ἰουδαίας ἀντὶ τοῦ πατρὸς αὐτοῦ Ἡρῴδου ἐφοβήθη ἐκεῖ ἀπελθεῖν· χρηματισθεὶς δὲ κατ’ ὄναρ ἀνεχώρησεν εἰς τὰ μέρη τῆς Γαλιλαίας, 23 καὶ ἐλθὼν κατῴκησεν εἰς πόλιν λεγομένην Ναζαρέτ, ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ τῶν προφητῶν ὅτι Ναζωραῖος κληθήσεται.

Advertisements
 

Μετάφραση – απόδοση Π. Τρεμπέλα στα νέα Ελληνικά

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ Β´ 13 – 23

13 Ὅταν δὲ ἀνεχώρησαν οἱ μάγοι, ἰδοὺ ἄγγελος Κυρίου ἐφάνη εἰς τὸ ὄνειρόν του εἰς τὸν Ἰωσὴφ καὶ τοῦ εἶπε· Σήκω καὶ παράλαβε τὸ παιδίον καὶ τὴν μητέρα του καὶ φεῦγε εἰς τὴν Αἴγυπτον καὶ μένε ἐκεῖ, ἕως ὅτου σοῦ εἴπω.Φύγε, διότι πρόκειται ὁ Ἡρῴδης νὰ ζητήσῃ τὸ παιδίον μὲ τὸν σκοπὸν νὰ τὸ θανατώσῃ. 14 Ὁ Ἰωσὴφ δὲ ἐσηκώθη καὶ παρέλαβε νύκτα τὸ παιδίον καὶ τὴν μητέρα του καὶ ἀνεχώρησεν εἰς τὴν Αἴγυπτον. 15 Καὶ ἦτο ἐκεῖ, μέχρις ὅτου ἀπέθανεν ὁ Ἡρῴδης, διὰ νὰ ἐπαληθεύσῃ τελείως ἐκεῖνο, ποὺ ἐλέχθη ἀπὸ τὸν Κύριον διὰ μέσου τοῦ Προφήτου, ὁ ὁποῖος εἶπεν· Ἀπὸ τὴν Αἴγυπτον ἐκάλεσα τὸν υἱόν μου νὰ ἐπιστρέψῃ εἰς τὸν τόπον τῆς γεννήσεώς του. 16 Τότε ὁ Ἡρῴδης, ὅταν εἶδεν ὅτι οἱ μάγοι τὸν ἐξηπάτησαν καὶ τὸν ἐγέλασαν, ἐθύμωσε πολὺ καὶ ἔστειλε στρατιώτας, οἱ ὁποῖοι ἐθανάτωσαν ὁλα τὰ παιδιά, ποὺ ἦσαν εἰς τὴν Βηθλεὲμ καὶ εἰς ὅλα τὰ περίχωρα καὶ σύνορά της, ἀπὸ ἡλικίας δύο ἐτῶν καὶ κάτω, σύμφωνα μὲ τὸν χρόνον, τὸν ὁποῖον ἐξηκρίβωσεν ἀπὸ τοὺς μάγους.

17 17 Τότε ἔλαβε πλήρη πραγματοποίησιν ἐκεῖνο, ποὺ ἐλέχθη ἀπὸ τὸν προφήτην Ἱερεμίαν, ὁ ὁποῖος ἐπροφήτευσε καὶ εἶπε· 18 18 Φωνὴ σπαρακτικὴ ἠκούσθη εἰς τὸ χωρίον τῆς φυλῆς Βενιαμὶν Ραμᾶ, θρῆνος καὶ κλάματα καὶ ὀδυρμὸς πολύς.Ἡ σύζυγος τοῦ Ἰακὼβ Ραχήλ, ποὺ ἦτο ἐκεῖ θαμμένη, διὰ τῶν ἀπογόνων τῆς μητέρων, ποὺ ἐστερήθησαν τὰ μικρά τους, κλαίει τὰ τέκνα της, καὶ δὲν ἤθελε μὲ κανένα τρόπον νὰ παρηγορηθῇ, διότι τὰ ἀθῷα αὐτὰ παιδιὰ δὲν ὑπάρχουν πλέον εἰς τὴν ζωήν. 19 Ὅταν δὲ ἀπέθανεν ὁ Ἡρῴδης, ἰδοὺ ἐφάνη εἰς τὸ ὄνειρόν του εἰς τὸν Ἰωσὴφ ἄγγελος Κυρίου ἐν Αἰγύπτῳ 20 20 καὶ τοῦ εἶπε· Σήκω καὶ πάρε τὸ παιδίον καὶ τὴν μητέρα του καὶ πήγαινε μὲ τὴν ἡσυχίαν σου εἰς τὴν χώραν τῶν Ἰσραηλιτῶν.Διότι ἔχουν πλέον ἀποθάνει ἐκεῖνοι, ποὺ ἐζήτουν τὴν ζωὴν τοῦ παιδιοῦ. 21 21 Αὐτὸς δέ, ἀφοῦ ἐσηκώθη, ἐπῆρε τὸ παιδίον καὶ τὴν μητέρα του καὶ ἦλθεν εἰς τὴν Παλαιστίνην. 22 Ἀλλ’ ὅταν ἤκουσεν, ὅτι ὁ Ἀρχέλαος ἐβασίλευεν εἰς τὴν Ἰουδαίαν ἀντὶ τοῦ πατρός του Ἡρῴδου, ἐφοβήθη νὰ μεταβῇ ἐκεῖ.Καὶ καθὼς ὡδηγήθη εἰς ὄνειρον ἀπὸ τὸν Θεόν, ἀνεχώρησεν εἰς τὰ μέρη τῆς Γαλιλαίας, ὅπου ἦτο ἡγεμὼν ὁ ὀλιγώτερον σκληρὸς ἀπὸ τὸν ἀδελφόν του Ἀρχέλαον Ἡρῴδης ὁ Ἀντίπας. 23 Καὶ ἀφοῦ ἦλθε, κατοίκησεν εἰς πόλιν ποὺ λέγεται Ναζαρέτ, διὰ νὰ πραγματοποιηθῇ ἐκεῖνο, ποὺ ἐλέχθη ἀπὸ τοὺς προφήτας, ὅτι ὁ Ἰησοῦς θὰ ὀνομασθῇ ἀπὸ τοὺς ἐχθρούς του περιφρονητικῶς Ναζωραῖος.

 

Απόστολος σήμερα Τετάρτη 29 Δεκεμβρίου 2021

 

ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Β’ Δ´ 9 – 22

9 Σπούδασον ἐλθεῖν πρός με ταχέως· 10 Δημᾶς γάρ με ἐγκατέλιπεν ἀγαπήσας τὸν νῦν αἰῶνα, καὶ ἐπορεύθη εἰς Θεσσαλονίκην, Κρήσκης εἰς Γαλατίαν, Τίτος εἰς Δαλματίαν· 11 Λουκᾶς ἐστι μόνος μετ’ ἐμοῦ. Μᾶρκον ἀναλαβὼν ἄγε μετὰ σεαυτοῦ· ἔστι γάρ μοι εὔχρηστος εἰς διακονίαν. 12 Τυχικὸν δὲ ἀπέστειλα εἰς Ἔφεσον. 13 τὸν φαιλόνην ὃν ἀπέλιπον ἐν Τρῳάδι παρὰ Κάρπῳ, ἐρχόμενος φέρε, καὶ τὰ βιβλία, μάλιστα τὰς μεμβράνας. 14 Ἀλέξανδρος ὁ χαλκεὺς πολλά μοι κακὰ ἐνεδείξατο· ἀποδῴη αὐτῷ ὁ Κύριος κατὰ τὰ ἔργα αὐτοῦ· 15 ὃν καὶ σὺ φυλάσσου· λίαν γὰρ ἀνθέστηκε τοῖς ἡμετέροις λόγοις. 16 Ἐν τῇ πρώτῃ μου ἀπολογίᾳ οὐδείς μοι συμπαρεγένετο, ἀλλὰ πάντες με ἐγκατέλιπον· μὴ αὐτοῖς λογισθείη· 17 ὁ δὲ Κύριός μοι παρέστη καὶ ἐνεδυνάμωσέ με, ἵνα δι’ ἐμοῦ τὸ κήρυγμα πληροφορηθῇ καὶ ἀκούσῃ πάντα τὰ ἔθνη· καὶ ἐρρύσθην ἐκ στόματος λέοντος. 18 καὶ ῥύσεταί με ὁ Κύριος ἀπὸ παντὸς ἔργου πονηροῦ καὶ σώσει εἰς τὴν βασιλείαν αὐτοῦ τὴν ἐπουράνιον· ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν. 19 Ἄσπασαι Πρίσκαν καὶ Ἀκύλαν καὶ τὸν Ὀνησιφόρου οἶκον. 20 Ἔραστος ἔμεινεν ἐν Κορίνθῳ, Τρόφιμον δὲ ἀπέλιπον ἐν Μιλήτῳ ἀσθενοῦντα. 21 σπούδασον πρὸ χειμῶνος ἐλθεῖν. Ἀσπάζεταί σε Εὔβουλος καὶ Πούδης καὶ Λίνος καὶ Κλαυδία καὶ οἱ ἀδελφοὶ πάντες. 22 Ὁ Κύριος Ἰησοῦς Χριστὸς μετὰ τοῦ πνεύματός σου. Ἡ χάρις μεθ’ ὑμῶν· ἀμήν.

Μετάφραση – απόδοση Π. Τρεμπέλα στα νέα Ελληνικά

  

ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Β’ Δ´ 9 – 22

9 Προσπάθησε νὰ ἔλθῃς πρὸς ἐμὲ γρήγορα. 10 Σὲ θέλω πλησίον μου, διότι ὁ Δημᾶς μὲ ἐγκατέλιπε ἀγαπήσας τὴν ματαιότητα τοῦ παρόντος κόσμου καὶ ἐπῆγεν εἰς τὴν Θεσσαλονίκην. Ὁ Κρήσκης ἐπῆγεν εἰς Γαλατίαν, ὁ Τίτος εἰς Δαλματίαν. 11 Μόνος ὁ Λουκᾶς εἶναι μαζί μου. Παράλαβε τὸν Μᾶρκον καὶ φέρε τον μαζί σου· διότι μοῦ εἶναι χρήσιμος διὰ νὰ μὲ βοηθῇ. 12 Τὸν Τυχικὸν δὲ ἀπέστειλα εἰς τὴν Ἔφεσον. 13 Τὸ χονδρὸν ἐπανωφόριον, ποὺ ἀφῆκα εἰς τὴν Τρῳάδα εἰς τὸ σπίτι τοῦ Κάρπου, φέρε το, ὅταν ἔλθῃς. Φέρε μαζὶ καὶ τὰ βιβλία, πρὸ παντὸς δὲ τὰς μεμβράνας. 14 Ὁ Ἀλέξανδρος ὁ χαλκωματᾶς μοῦ ἔκαμε πολλὰ κακά. Ἄς τοῦ ἀποδώσῃ ὁ Κύριος σύμφωνα μὲ τὰ ἔργα του. 15 Φυλάγου καὶ σὺ ἀπὸ αὐτόν. Διότι πολὺ ἐναντιώθη καὶ ἐπολέμησε τοὺς λόγους, τοὺς ὁποίους καὶ ἑγὼ καὶ σὺ κηρύττομεν.

16 Κατὰ τὴν πρώτην μου ἀπολογίαν δὲν ἦλθε κανεὶς μαζί μου, ἀλλ’ ὅλοι μὲ ἐγκατέλειψαν. Εἴθε νὰ μὴ τοὺς λογαριασθῇ τοῦτο ἀπὸ τὸν Κύριον. 17 Ὁ Κύριός μου ὅμως παρεστάθη καὶ μοῦ ἔδωκε δύναμιν, διὰ νὰ γίνῃ δι’ ἐμοῦ πλήρης ἔκθεσις καὶ βεβαίωσις τοῦ κηρύγματος τοῦ εὐαγγελίου καὶ ἀκούσουν ταύτην ὅλοι οἰ ἐθνικοί. Καὶ ἐγλύτωσα ἀπὸ τὸ στόμα τοῦ λεονταριοῦ. Τόσον μεγάλον κίνδυνον διέτρεξα. 18 Καὶ θὰ μὲ γλυτώσῃ καὶ εἰς τὸ μέλλον ὁ Κύριος ἀπὸ κάθε ἐπιβουλὴν καὶ ἐπίθεσιν τοῦ πονηροῦ καὶ τῶν ὀργάνων του καὶ θὰ μὲ διαφυλάξῃ σῶον διὰ τὴν βασιλείαν του τὴν ἐπουράνιον. Εἰς αὐτὸν ἂς εἶναι ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 19 Χαιρέτησε τὴν Πρίσκαν καὶ τὸν Ἄκύλαν καὶ τοὺς οἰκιακούς τοῦ Ὀνησιφόρου. 20 Ὁ Ἔραστος ἔμεινεν εἰς τὴν Κόρινθον, τὸν Τρόφιμον δὲ ἀφῆκα ἄρρωστον εἰς τὴν Μίλητον. 21 Φρόντισε νὰ ἔλθῃς προτοῦ πιάσῃ ὁ χειμῶνας. Σὲ χαιρετᾷ ὁ Εὔβουλος καὶ ὁ Πούδης καὶ ὁ Λίνος καὶ ἡ Κλαυδία καὶ ὅλοι οἱ ἀδελφοί. 22 Ὁ Κύριος Ἰησοῦς Χριστὸς νὰ εἶναι μετὰ τοῦ πνεύματός σου. Εἴθε Ἡ χάρις νὰ εἶναι μαζί σας. Ἀμήν.

ΧΡΙΣΤΟΣ ΕΤΕΧΘΗ

 

Advertisements
karamanlis-2024 (6)
Advertisements
Amethyst Ring Handmade Gold Finish | Sensations | inspired.jewelry
Advertisements
Λαμπάδα Πασχαλινή Χειροποίητη | Πυξίδα
Advertisements
Handmade Starfish Summer Bracelet Gold Plated | inspired.jewelry