Η Αγία Ξενία γεννήθηκε στην Καλαμάτα της Πελοποννήσου το 291 μ.Χ. Οι γονείς της ονομάζονταν Νικόλαος και Δέσποινα, ήταν ευσεβείς χριστιανοί και κατάγονταν από τα ανατολικά μέρη της Ιταλίας.
Εξ αιτίας όμως των συνεχών και σκληρών διωγμών κατά των Χριστιανών στα χρόνια εκείνα, κατέφυγαν στην Καλαμάτα και εγκαταστάθηκαν σε κάποιο αγρόκτημα, έξω από την πόλη, διότι ο πατέρας της ήταν γεωργός.
Από μικρή η Ξενία στόλιζε την ψυχή της με νηστείες, εγκράτεια, σιωπή, τακτική προσευχή, σεμνότητα ομιλίας, δάκρυα και αγρυπνίες. Επίσης βοηθούσε με όλη της τη δύναμη τους φτωχούς, τις χήρες και τα ορφανά.
Ο έπαρχος της Καλαμάτας Δομετιανός, όταν κάποτε τη συνάντησε τυχαία, θαμπώθηκε από την ομορφιά της και θέλησε να την κάνει γυναίκα του. Αλλά η Ξενία αρνήθηκε σθεναρά ν’ αλλάξει την πίστη της και να γίνει γυναίκα ειδωλολάτρη άρχοντα. Τότε ο Δομετιανός τη βασάνισε με τον πιο φρικτό τρόπο, και όταν είδε ότι δεν μπορούσε να αλλάξει το φρόνημα της, τελικά την αποκεφάλισε στις 3 Μαΐου του έτους 318 μ.Χ.
Μετά τον θάνατο της η Αγία – με τη χάρη του Θεού – επετέλεσε πολλά θαύματα.
Το 1993 μ.Χ. ανηγέρθει Ιερός Ναός προς τιμήν της, ο οποίος βρίσκετε στα δυτικά της πόλης της Καλαμάτας και υπάγετε ως Παρεκκλήσιο στον Ενοριακό Ναό Αγίας Τριάδας Καλαμάτας.
Ἀπολυτίκιον
Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Βαφαῖς τῶν αἱμάτων σου φαιδρὰν στολὴν σε αυτῇ, Ξενία ἐπέχρωσας, παρισταμένη Χριστῷ ὡς νύμφη πανάσπιλος, εἴληφας δὲ τὴν χάριν, μαγγανείας τοῦ λύειν, δαίμονας ἐκδιώκειν, καὶ τὰς νόσους ἰᾶσθαι· διὸ ἱκέτευε ἐκτενῶς, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Κοντάκιον
Ἦχος β’. Τὰ ἄνω ζητῶν.
Αἱμάτων ῥοαῖς τῶν σῶν ἐχθρὸν ἀπέπνιξας, Ξενία τὸ πῦρ, τῆς πλάνης ἐναπέσβεσας, καὶ Χριστῷ παρίστασαι· ὅθεν πόθῳ πάντες σοὶ κράζομεν· ἐκτενῶς μὴ παύσῃ ἀεί, πρεσβεύουσα Μάρτυς ὑπὲρ πάντων ἡμῶν.
Μεγαλυνάριον
Χαίροις τῶν καλούντων σε βοηθός, καὶ παρηγορία, θλιβομένων ἡ ταχινή, χαίροις καθαιρέτις, παντὸς μαγείας εἴδους, ἐξ ἧς τοὺς σὲ τιμῶντας, Ξενία φύλαττε.
Ὁ Οἶκος
Τοῦ Σωτῆρος τὴν νύμφην καὶ παρθένον, ᾄσμασιν εὐφημοῦμέν σε νῦν, Ξενία πανσεβάσμιε, τὴν τῆς Ἑλληνίδος γῆς ἀναφανεῖσαν θρέμμα, τὴν πλάνην δὲ ταύτης πᾶσαν λιποῦσαν, καὶ Χριστῷ προσενεχθεῖσαν, μόνῳ Νυμφίῳ, θῦμα καὶ σφάγιον. Σὺ γὰρ παρεῖδες τὸν ἐπίγειον ἐρῶντά σε δικαστὴν ἀντὶ τοῦ Σωτῆρος πάνσεμνε· διὸ καὶ τῆς νίκης πρὸς Χριστοῦ στέφος ἄφθαρτον εἴληφας, ἐκτενῶς ᾧ μὴ παύσῃ πρεσβεύουσα, νῦν ὑπὲρ πάντων ἡμῶν.
Κάθισμα
Ἦχος α’. Τὸν τάφον Σου Σωτήρ.
Μετὰ τὴν α’ Στιχολογίαν
Θαυμάτων ταῖς βολαῖς, πᾶσαν κτίσις αὐγάζεις, καὶ σώζεις χαλεπῶν, ἐκ κινδύνων καὶ νόσων, τοὺς πόθῳ σοι προστρέχοντας, καὶ δεινῶν περιστάσεων· ὡς πρεσβείαν δέ, πρὸς τὸν Χριστὸν κεκτημένη, καθικέτευε, ὑπὲρ τῶν πίστει τελούντων, Ξενία τὴν μνήμην σου.
Έτερον Κάθισμα
Ἦχος γ’. Θείας πίστεως.
Μετὰ τὴν β’ Στιχολογίαν
Θείῳ ἔρωτι, καταφλεχθεῖσα, καλλιπάρθενε, σεμνὴ Ξενία, τῆς ἀσεβείας τὴν πλάνην κατέβαλες· καὶ τῷ πυρὶ προσριφθεῖσα ἀνέδραμες, πρὸς τὸν καλοῦντα Χριστόν σε πολύαθλε· Μάρτυς ἔνδοξε, Αὐτὸν ὡς Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Έτερον Κάθισμα
Ἦχος δ’. Ὁ ὑψωθείς.
Μετὰ τὸν Πολυέλεον.
Ἐν τοῖς ἀγῶσι διαπρέψασα ὄντως, τοῦ μαρτυρίου τὴν ἰσχὺν τῶν τυράννων, εἰς γῆν σεμνὴ κατέῤῥαξας δυνάμει Σταυροῦ· ὅθεν χάριν τῶν ἰάσεων, ἐκομίσω καὶ δύναμιν, λύειν τῶν τρεχόντων σοι, φθονερῶν μαγγανείας, καὶ ἐπηρείας σώζειν τοῦ σατᾶν, ταῖς σαῖς πρεσβείαις, Ξενία πρὸς Κύριον.
Έτερον Κάθισμα
Ἦχος γ’. Θείας πίστεως.
Σοῦ τοῖς αἵμασι, πεφοινιγμένη, καλλιπάρθενε, σεμνὴ Ξενία, τοὺς τυράννους ἀνδρικῶς κατηγώνισαι· τῆς ἀθεΐας δὲ πλάνην ἐλέγξασα, χειρὶ τοῦ Πλάστου νίκης στέφος εἴληφας, Μάρτυς ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Ἰδιόμελον ἐκ τῆς Λιτῆς
Ἦχος α’.
Εὐφραίνου, σκίρτα, χόρευε, ἡ πόλις Καλάμαι, φαιδρῶς πανηγύριζε, πίστει λαμπροφοροῦσα, ἐπὶ τῇ εὐσήμῳ σήμερον ἑορτῇ, Ξενίας τῆς καλλιπαρθένου, τῆς σῆς πολιούχου καὶ θαυματουργοῦ· ἀνύμνησον τὴν προχέουσαν ἰάσεις ὡς ἐκ κρήνης, τοῖς πίστει προσπελάζουσι τῇ σεπτῇ αὐτῆς σκέπῃ, καὶ τῷ Σωτῆρι εὐλαβῶς ἀναβόησον· Κύριε δόξα Σοι.
Έτερον Ἰδιόμελον ἐκ τῆς Λιτῆς
Ἦχος β’.
Δεῦτε σήμερον πιστῶς τιμήσωμεν, τῶν Καλάμων τὸ θρέμμα, ἁπάσης τε τῆς Ἑλλάδος τὴν φρουρὸν τὴν ἀκοίμητον· τὴν παραταχθεῖσαν γενναίως τοῦ ἐχθροῦ τῇ δυναστείᾳ, καὶ Σταυροῦ δυνάμει αὐτὸν συντρίψασαν, καὶ σχοῦσαν παρὰ Κυρίου τὴν χάριν, ἐκ μαγγανειῶν σώζειν ἅπαντας, τοὺς πόθῳ αὐτῆς τῇ σκέπῃ πάντοτε προστρέχοντας, βασκανίας ἀπαλλάττειν, καὶ παρέχειν Χριστὸν ἀπαύστως ὑπὲρ ἡμῶν εὐλαβῶς τῶν τιμώντων καὶ ἐκτελούντων σου πιστῶς τὸ μνημόσυνον.
Έτερον Ἰδιόμελον ἐκ τῆς Λιτῆς
Ἦχος β’.
Πανήγυριν τὴν εὔσημον, καὶ τὴν μνήμην τιμήσωμεν, Ξενίας τῆς θεόφρονος καὶ θαυματουργοῦ· πτωχῶν ἐδείχθη θησαυρός, ἐκ τοῖς κινδύνοις βοηθός, παραμύθιον ἐν λύπαις γηγενῶν, καὶ προστάτις τῶν παιδίων ἐκ Θεοῦ ἀδαπάνητος. Πάντες οὒν βοήσωμεν· Μάρτυς σῷζε τῶν δεινῶν ἡμᾶς.
Χριστός Ανέστη
orthodoxia.online