ΠΡΟΣΕΥΧΕΣ

Ο παρακλητικός κανόνας στον Άγιο Παΐσιο

Ο παρακλητικός κανόνας στον Άγιο Παΐσιο

Μοιραστείτε το άρθρο

Από την Ιερά Μονή Αγίου Ιωάννη του Θεολόγου, στη Σουρωτή – Βασιλικά Θεσσαλονίκης, ο παρακλητικός κανόνας στον Άγιο Παΐσιο.

Εὐλογήσαντος τοῦ ἱερέως,
λέγομεν τὸν ΡΜΒ ́ (142ον) Ψαλμόν.

κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι
τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν
μου ἐν τῇ δικαιοσύνῃ σου, καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν
μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν
σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου,

ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκο-
τεινοῖς ὡς νεκροὺς αἰῶνος, καὶ ἠκηδίασεν ἐπ ̓ ἐμὲ τὸ

πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην
ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν
ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ
τὰς χεῖράς μου· ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ
εἰσάκουσόν μου, Κύριε· ἐξέλιπε τὸ πνεῦμά μου. Μὴ

ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ ̓ ἐμοῦ, καὶ ὁμοιω-
θήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν

ποίησόν μοι τὸ πρωῒ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπι-
σα. Γνώρισόν μοι, Κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι

πρὸς σὲ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν
μου, Κύριε· πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν

Εὐλογήσαντος τοῦ ἱερέως,
λέγομεν τὸν ΡΜΒ ́ (142ον) Ψαλμόν.

76 ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ
τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου. Τὸ πνεῦμά σου τὸ
ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ· ἕνεκεν τοῦ ὀνόματός
σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις

ἐκ θλίψεως τὴν ψυχήν μου, καὶ ἐν τῷ ἐλέει σου ἐξολο-
θρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς

θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Ἦχος δ ́.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν· εὐλογημένος ὁ ἐρχόμε-
νος ἐν ὀνόματι Κυρίου.

Στίχ. α ́. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς
τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…
Στίχ. β ́. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι
Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…
Στίχ. γ ́. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ
ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…

Ἦχος δ ́. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

τ ὸν ἐραστὴν τῆς ἱερᾶς ἡσυχίας
καὶ μιμητὴν τῆς τοῦ Θεοῦ εὐσπλαγχνίας,
Παΐσιον τὸν ὅσιον ὑμνήσωμεν·
oὗτος γὰρ ἐν Ἄθωνι καὶ Σινᾶ καὶ Στομίῳ

ΕΙΣ ΤΟΝ ΟΣΙΟΝ ΠΑΪΣΙΟΝ ΤΟΝ ΑΓΙΟΡΕΙΤΗΝ 77
ζήσας ὥσπερ ἄσαρκος, ἐκλογῆς ὤφθη σκεῦος·
καὶ νῦν προστάτης καὶ χειραγωγὸς
πάντων ὑπάρχει καὶ πρέσβυς πρὸς Κύριον.

Δόξα.

τ ῆς συμπαθείας σου τὸν ἄμετρον πλοῦτον
καὶ μεσιτείας σου τὴν δύναμιν γνόντες,
οἱ ἐν πελάγει ὄντες ὀλεθρίων παθῶν
καὶ κλυδωνιζόμενοι πειρασμοῖς πολυτρόποις,
σὲ ἐπικαλούμεθα, ὦ Παΐσιε πάτερ·
σπεῦσον ταχύ, διάσωσον ἡμᾶς
καὶ πρὸς λιμένα ὁδήγει ἀκύμαντον.
Καὶ νῦν. Θεοτοκίον.
Oὐ σιωπήσομέν ποτε, Θεοτόκε,
τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι·
εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα,
τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων;
Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους;
Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ·
σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.

Ὁ Ν ́ (50ὸς) Ψαλμός.

̓ελέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ
τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά
μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ
τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ
γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός.

78 ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ

Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα,
ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ
κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν
ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν

ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδή-
λωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι·

πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς
μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα
τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν
ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον.
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα
εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με
ἀπὸ τοῦ προσώπου σου καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ

ἀντανέλῃς ἀπ ̓ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σω-
τηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω

ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψου-
σι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας

μου, ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.

Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγε-
λεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν·

ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα

συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπει-
νωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν

τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱε-
ρουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφο-
ρὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσια-
στήριόν σου μόσχους.

ΕΙΣ ΤΟΝ ΟΣΙΟΝ ΠΑΪΣΙΟΝ ΤΟΝ ΑΓΙΟΡΕΙΤΗΝ 79

Καὶ εὐθὺς ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
«Εὔσπλαγχνε Πάτερ, βοηθὸς γενοῦ πάντων».

Ἦχος πλ. δ ́.
ᾨδὴ α ́. Ὑγρὰν διοδεύσας.

̓ελέους τοῦ θείου ὁ μιμητής,
Παΐσιε πάτερ, ὡς ἠλέεις διηνεκῶς,
τοῖς πᾶσι γενόμενος τὰ πάντα,
νῦν ταῖς πρεσβείαις σου πρόφθασον ἅπαντας.
̔υπάρχεις σωμάτων ὁ ἰατρός,
ψυχῶν θυμηδία καὶ γλυκεῖα ἀναψυχή,
μέγας ἐν ἀνάγκαις ἀντιλήπτωρ
καὶ ἐν πολέμοις ὑπέρμαχος κράτιστος.
ςυνέχομαι, Ὅσιε, νυσταγμῷ
πολλῆς ἀμελείας καὶ συστέλλομαι ἐκζητῶν
τὴν ἀνύστακτόν σου προστασίαν·
ἀλλ ̓ ἐπιστάς μοι ἐγρήγορσιν δώρησαι.
Θεοτοκίον.

παντάνασσα Μῆτερ τοῦ Λυτρωτοῦ,
νέφη τὰ ζοφώδη τῶν κινδύνων καὶ πειρασμῶν
ταχέως διάλυσον καὶ σκέπε
ὡς φωτοφόρος νεφέλη τὴν ποίμνην σου.
ᾨδὴ γ ́. Οὐρανίας ἁψῖδος.

λαμπρυνθεὶς τῇ καρδίᾳ ἀσκητικοῖς πόνοις σου
καὶ καταλαμφθεὶς διανοίᾳ φέγγει τῆς Χάριτος,
φῶς ὅλος γέγονας· ὅθεν ἐκ ζόφου πταισμάτων
ῥῦσαί με πρεσβείαις σου, πάτερ Παΐσιε.

80 ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ
̓αγαλλόμενος ἄλγη ἀσθενειῶν ἤνεγκας
τῆς ὑπομονῆς καὶ ἀνδρείας τύπος γενόμενος·
κἀμὲ ἐνίσχυσον, ἐν κλίνῃ πόνου πεσόντα,
εἰς χαρὰν οὐράνιον τρέπων τὴν θλῖψίν μου.
γ ῆν οὐράνωσας ὄντως, κατατρυφῶν, Ὅσιε,
τῆς ἀγγελικῆς ἡσυχίας, ζέων τῷ πνεύματι·
ἐξ οὐρανοῦ δὲ νῦν, σαῖς πρὸς Θεὸν ἱκεσίαις,
τοῦ ἀστάτου βίου μου παῦσον τὸν τάραχον.

Θεοτοκίον.

χαρμονή, εὐφροσύνη καὶ γλυκασμὸς πέφυκας,
Μήτηρ τῆς χαρᾶς γενομένη, Θεογεννήτρια·
ὅθεν θλιβόμενος, πρὸς σὲ ἀεὶ καταφεύγω,
τὴν θερμὴν παράκλησιν καὶ προστασίαν μου.
̓επάκουσον τῶν σὲ καλούντων, Παΐσιε θεοφόρε,
χαριζόμενος συμπαθῶς αὐτῶν τὰ αἰτήματα,
ὡς ἔχων πρὸς Κύριον παῤῥησίαν.
̓επίβλεψον ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε,
ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν
καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις ὑπὸ τοῦ ἱερέως καὶ εὐθὺς τὸ Κάθισμα.

Ἦχος β ́. Πρεσβεία θερμή.

Θερμὸς πρεσβευτὴς ὑπάρχων πρὸς τὸν Κύριον,
ἡμῶν τὰς θερμὰς δεήσεις, Πάτερ, πρόσδεξαι
ἐκτενῶς βοώντων σοι·

ΕΙΣ ΤΟΝ ΟΣΙΟΝ ΠΑΪΣΙΟΝ ΤΟΝ ΑΓΙΟΡΕΙΤΗΝ 81
Ἐν νυκτὶ καὶ ἡμέρᾳ ἡμᾶς φρούρησον
καὶ βοηθὸς γενήθητι ἡμῖν
ἐν τῷ παρόντι αἰῶνι καὶ τῷ μέλλοντι.
ᾨδὴ δ ́. Εἰσακήκοα, Κύριε.

νὺξ πικρᾶς ἀπογνώσεως
τὴν ἐμὴν καρδίαν δεινῶς ἐκάλυψε·
σὺ δὲ φῶς καὶ ἀγαλλίασις,
ὅσιε Παΐσιε, ἐφάνης μοι.
εὐφροσύνης πληρούμεθα
τάφῳ σου τῷ θείῳ πιστῶς προσπίπτοντες·
βρύει χάριν γὰρ σωτήριον
μυστικῶς ἡμᾶς ἐπισκιάζουσαν.
πεπτωκότα με ἔγειρον
καὶ πρὸς τὴν μετάνοιαν καθοδήγησον,
ταῖς εὐχαῖς σου ἀπαλλάττων με
ἐκ τῆς τυραννούσης συνηθείας μου.
Θεοτοκίον.

̓απαθείας λαμπρότητι
σκεῦος καθαρώτατον ὤφθης, Πάναγνε·
ὅθεν κάθαρον τοὺς δούλους σου
μολυσμοῦ σαρκός τε καὶ τοῦ πνεύματος.
ᾨδὴ ε ́. Φώτισον ἡμᾶς.

τεῖχός μοι γενοῦ
σωτηρίας, Πάτερ ὅσιε,

82 ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ
ἐν παντὶ καιρῷ καὶ τόπῳ ἀβλαβῆ
ὡς προστάτης μου καλὸς διαφυλάττων με.
̔́ελκη τῶν παθῶν
τὴν καρδίαν μου μαστίζουσιν·
ἀλλ ̓ οἱ λόγοι σου ὡς βάλσαμον τερπνὸν
ἐπιφέρουσιν εἰρήνην τε καὶ ἴασιν.
̔ρ άθυμον ψυχήν,
Πάτερ, κέκτημαι καὶ ἄκαρπον·
ἀλλὰ χάρισαί μοι ζῆλον καὶ ἰσχύν,
πρὸς ἀγῶνας φιλοτίμους διεγείρων με.
Θεοτοκίον.

Βήματι φρικτῷ
τοῦ Υἱοῦ σου, Μητροπάρθενε,
ὅτε μέλλω παραστῆναι, δυσωπῶ,
δεξιᾶς χειρός με κράτησον καὶ σῶσόν με.
ᾨδὴ Ϛ ́. Τὴν δέησιν.
Oἰκτίρμων καὶ πλήρης θείας ἀγάπης,
ἱλαρὸς καὶ ἐλεήμων ἐφάνης,
ὅτι παθῶν καθαρθεὶς ἐν ἐρήμῳ,
ἐλέους σπλάγχνα ἐκέκτησο, Ὅσιε·
νῦν δὲ πρεσβείαις σου θερμαῖς
τὴν γνησίαν ἀγάπην μοι δώρησαι.
̓ηγάπησας τὴν ἀφάνειαν, Πάτερ,
καὶ ἐμίσησας τὴν δόξαν τοῦ κόσμου·

ΕΙΣ ΤΟΝ ΟΣΙΟΝ ΠΑΪΣΙΟΝ ΤΟΝ ΑΓΙΟΡΕΙΤΗΝ 83
ἀλλ ̓ ὁ τῆς δόξης Θεὸς καὶ Δεσπότης
τὴν σὴν ταπείνωσιν πᾶσιν ἐπέδειξεν·
ταύτης ῥανίδα, δυσωπῶ,
στάλαξόν μοι πρεσβείαις σου, Ὅσιε.
Θερμότατός σε θεῖος ἔρως ἥρπαζε,
καὶ Θεὸν σὺν τοῖς Ἀγγέλοις ἀνύμνεις·
ὅθεν κἀμὲ τῶν γηΐνων φροντίδων
καὶ τῆς ματαίας μερίμνης ἐξάρπασον,
ἵνα καρδίᾳ καθαρᾷ
εὐλογῶ καὶ δοξάζω τὸν Κύριον.
Θεοτοκίον.
̔Oἔμψυχος τοῦ Θεοῦ Παράδεισος,
τὸ σεπτὸν τῆς εὐωδίας δοχεῖον,
τῆς τῶν παθῶν δυσωδίας με ῥῦσαι
καὶ ἀρετῶν οἰκητήριον δεῖξόν με·
σὺ γὰρ χαρίτων ἡ πηγὴ
καὶ αἰτία ὑπάρχεις, Πανάμωμε.
̓επάκουσον τῶν σὲ καλούντων, Παΐσιε θεοφόρε,
χαριζόμενος συμπαθῶς αὐτῶν τὰ αἰτήματα,
ὡς ἔχων πρὸς Κύριον παῤῥησίαν.
̓́αχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως
ἐπ ̓ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον,
ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

84 ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ
Αἴτησις ὑπὸ τοῦ ἱερέως καὶ εὐθὺς τὸ Κοντάκιον.
Ἦχος β ́. Προστασία τῶν Χριστιανῶν.

̔υπομένων ὑπέμεινας τὸν Κύριον
ἐν ἀσθενείαις τελειωθείς, Πάτερ ὅσιε·
νῦν δὲ πόνων πολυειδῶν ἀνάπαυσιν εὑρών,
ἄριστος ὤφθης ἰατρὸς παθῶν καὶ νόσων χαλεπῶν
τῆς ψυχῆς καὶ τοῦ σώματος,
βρύων παραμυθίαν καὶ ἄμισθον ἰατρείαν
τοῖς καταφεύγουσιν εἰς σέ, πολυθαύμαστε Παΐσιε.

Προκείμενον.

Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ. (δὶς)
Στίχ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ.

Τὸ Εὐαγγέλιον.

Ἐκ τοῦ κατὰ Λουκᾶν. (6, 17-23)

Τ ῷ καιρῷ ἐκείνῳ, ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ,
καὶ ὄχλος μαθητῶν αὐτοῦ, καὶ πλῆθος πολὺ τοῦ
λαοῦ ἀπὸ πάσης τῆς ̓Ιουδαίας καὶ ̔Ιερουσαλὴμ καὶ τῆς
παραλίου Τύρου καὶ Σιδῶνος, οἳἦλθον ἀκοῦσαι αὐτοῦ
καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν, καὶ οἱ ὀχλούμενοι
ὑπὸ πνευμάτων ἀκαθάρτων, καὶ ἐθεραπεύοντο. Καὶ
πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ, ὅτι δύναμις παρ ̓
αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας. Καὶ αὐτὸς ἐπάρας
τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς μαθητὰς αὐτοῦ, ἔλεγε·
Μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ
Θεοῦ. Μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε.

ΕΙΣ ΤΟΝ ΟΣΙΟΝ ΠΑΪΣΙΟΝ ΤΟΝ ΑΓΙΟΡΕΙΤΗΝ 85
Μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε. Μακάριοί ἐστε

ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσω-
σιν ὑμᾶς καὶ ὀνειδίσωσι καὶ ἐκβάλωσι τὸ ὄνομα ὑμῶν

ὡς πονηρὸν ἕνεκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου. Χάρητε ἐν
ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε· ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν
πολὺς ἐν τῷ οὐρανῷ.

Δόξα. Ἦχος β ́.

Ταῖς τοῦ σοῦ Ὁσίου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ
πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.

Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ
πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ
τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.

Τὸ Προσόμοιον.

Ἦχος πλ. β ́. Ὅλην ἀποθέμενοι.
̔́Oλος συνεχόμενος ἐν ἀπορίᾳ μεγίστῃ,

κρημνισθεὶς εἰς βάραθρον
δεινῆς ἀπογνώσεως καὶ ζοφώσεως,
ὅσιε Παΐσιε, σὲ καθικετεύω,
τὴν ὁδὸν τῆς ἀναβάσεως δεῖξον παρέχων μοι
κλίμακα πρὸς φῶς τὴν ἀνάγουσαν,
ταπείνωσιν, μετάνοιαν,
πίστιν καὶ ἐλπίδα πρὸς Κύριον,
ὅπως εἰς τὸ ὕψος ἀγάπης ἀναβὰς πνευματικῆς
ἀγαλλιάσεως γένωμαι οὐρανίου μέτοχος.

86 ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ
Ὁ ἱερεύς· Σῶσον, ὁ Θεός, τὸν λαόν σου καὶ εὐλόγησον τὴν
κληρονομίαν σου… Εὐθὺς δὲ μετὰ τὴν ἐκφώνησιν· Ἐλέει καὶ
οἰκτιρμοῖς… αἱ λοιπαὶ ᾠδαὶ τοῦ Κανόνος.
ᾨδὴ ζ ́. Οἱ ἐκ τῆς Ἰουδαίας.

ςτενὰ πάντα μοι ὄντως
καὶ δεινὰ καὶ ἐπώδυνα, πάτερ Παΐσιε·
ἀλλὰ θαῤῥῶν τῷ σθένει
τῶν θείων πρεσβειῶν σου,
πρὸς τὴν σκέπην σου ἔδραμον·
σὺ γὰρ ἐν τάχει θαυμαστῶς
ἐκ πάντων διασῴζεις.
γ αληνόν σε λιμένα
ἐν ἀνάγκαις τοῦ βίου πάντες ἐκτήσαντο·
πενήτων εὐπορία,
γερόντων βακτηρία,
σὺ γὰρ πέφηνας, Ὅσιε,
ἀπηλπισμένων ἐλπίς,
παράκλησις πενθούντων.
̓εκ δεινῶν νοσημάτων
τοὺς νοσοῦντας ἀπάλλαξον, πάτερ Παΐσιε·
καρκίνου πάθος λῦσον,
ἡμιθανεῖς τῆς κλίνης
τοῦ θανάτου διάσωσον,
τυφλοῖς παράσχου τὸ φῶς,
ἀλάλοις ὁμιλίαν.

ΕΙΣ ΤΟΝ ΟΣΙΟΝ ΠΑΪΣΙΟΝ ΤΟΝ ΑΓΙΟΡΕΙΤΗΝ 87

Θεοτοκίον.
νοῦν, ψυχὴν καὶ καρδίαν
πρὸς σὲ αἴρω, τὴν κόσμου μόνην βοήθειαν,
καὶ πίστει ἀνακράζω·
Κινδύνων πολυτρόπων
τῶν κυκλούντων με λύτρωσαι
τῇ μητρικῇ σου, Ἁγνή,
πρὸς Κύριον πρεσβείᾳ.

ᾨδὴ η ́. Τὸν Βασιλέα.

̔Oδιαλάμψας
εἰς τὸν ἰσάγγελον βίον
θεωρίᾳ τε καὶ πράξει, ὦ θεόφρον,
φῶς τῶν μοναζόντων ὑπάρχεις εἰς αἰῶνας.
̔υπὲρ τοῦ ἔθνους
πρὸς τὸν Σωτῆρα ὡς πρέσβυς
στῆθι, ὅσιε Παΐσιε, πρεσβεύων
ἐξ ἐχθρῶν παντοίων λυτροῦσθαι εἰς αἰῶνας.
πίστιν γνησίαν
Ὀρθοδοξίας φυλάττειν
γενναιότατα, ὡς ἄλλοι Μακκαβαῖοι,
στήριξον τοὺς νέους ταῖς πρὸς Θεὸν εὐχαῖς σου.

Θεοτοκίον.

̔αγνὴ Παρθένε,
ὅσα κἂν βούλῃ ἰσχύεις,
ὡς τεκοῦσα τὸν ἁπάντων Βασιλέα·
ὅθεν σε ὑμνοῦμεν ἀεὶ ἐν σοὶ θαῤῥοῦντες.

88 ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ

ᾨδὴ θ ́. Κυρίως Θεοτόκον.
νῦν ἔτυχον ὁ τάλας θείας βοηθείας,
ὅτε ἠσπάσθην θερμῶς τὴν εἰκόνα σου,
ὦ θεοδόξαστε πάτερ ἡμῶν Παΐσιε.
τ ὸ ὄνομά σου ὄντως τίς ἐπεκαλέσθη,
καὶ οὐκ εὐθέως αὐτοῦ τὰ αἰτήματα
πρὸς τὸν Θεὸν διεβίβασας, Πάτερ ὅσιε;
̔ως ἔχων παῤῥησίαν, Πάτερ, πρὸς τὸν Κτίστην,

ὑπὲρ τοῦ κόσμου παντὸς καθικέτευε
εἰρήνην ἄνωθεν δοῦναι ἀπαρασάλευτον.

Θεοτοκίον.

νῦν φθάσαντα εἰς τέλος τῆς δεήσεώς μου,
ἀξίωσόν με, Πανύμνητε Δέσποινα,
εὐχαριστεῖν καὶ δοξάζειν καὶ μακαρίζειν σε.

Καὶ εὐθὺς τό·

̓́αξιόν ἐστιν ὡς ἀληθῶς

μακαρίζειν σε τὴν Θεοτόκον,
τὴν ἀειμακάριστον καὶ παναμώμητον
καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν.
Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ
καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ,
τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν,
τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

ΕΙΣ ΤΟΝ ΟΣΙΟΝ ΠΑΪΣΙΟΝ ΤΟΝ ΑΓΙΟΡΕΙΤΗΝ 89
Καὶ θυμιῶντος τοῦ ἱερέως τὸ ἱερὸν θυσιαστήριον
καὶ τὸν Ναόν, ψάλλομεν τὰ Μεγαλυνάρια.

χαίροις ἡσυχίας ὁ ἐραστὴς
καὶ τῆς εὐσπλαγχνίας τοῦ Κυρίου ὁ μιμητής·
θείας γὰρ ἀγάπης πληρούμενος ἐδόθης
Θεῷ καὶ τοῖς ἀνθρώποις, πάτερ Παΐσιε.
χαίροις τῆς ἀγάπης θεῖος κρουνὸς
καὶ τῆς συμπαθείας ἀνεξάντλητος ποταμός,
χαίροις ὁ θεράπων ψυχῶν τε καὶ σωμάτων
καὶ ὁ προστάτης πάντων, πάτερ Παΐσιε.
γλυκύτατον ἔαρ καὶ ποθεινὸν
ἐφάνης, Παμμάκαρ, ἐν χειμῶνι τῶν πειρασμῶν·
πᾶσι γὰρ παρέχεις θερμὴν παραμυθίαν,
χαράν τε καὶ ἐλπίδα, πάτερ Παΐσιε.
πάτερ, τὴν Παρθένον ἑωρακὼς
πολλάκις ἐν βίῳ ἀνεβόας ἐξεστηκώς·
Μῆτερ τοῦ Θεοῦ μου, Παντάνασσα Μαρία,
τῇ σκέπῃ σῶν πτερύγων σκέπε τὸν κόσμον σου.
πρόσωπον πρὸς πρόσωπον νῦν ὁρῶν
τὸν ὡραῖον κάλλει παρὰ πάντας υἱοὺς βροτῶν,
Χριστὸν τὸν Σωτῆρα ὑπὲρ ἡμῶν δυσώπει
συγχώρησιν πταισμάτων ἡμῖν δωρήσασθαι.
πρόσδεξαι δεήσεις σῶν ἱκετῶν,
τῶν ἀπὸ περάτων εἰς τὸν τάφον σου τὸν σεπτὸν

90 ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ
πίστει ἐρχομένων καὶ ἀποτιθεμένων
τοὺς πόνους καὶ τὰς θλίψεις, πάτερ Παΐσιε.
̓ωδὰς εὐχαριστίας ἡ σὴ Μονή,

Παΐσιε πάτερ, ἀναπέμπει σοι εὐλαβῶς
ἀντὶ τῶν ἀμέτρων μεγάλων δωρημάτων,
ἅπερ αὐτῇ πλουσίως παρέσχες, Ὅσιε.
̔αγίων Καππαδόκων σεπτὴ δυάς,
Παΐσιε πάτερ καὶ Ἀρσένιε ἱερέ,
ῥύσασθε κινδύνων τοὺς πίστει ἐκζητοῦντας
ὑμῶν τὴν προστασίαν, τὴν ἀπροσμάχητον.
πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί,
Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς,
οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου,
ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Εἶτα τὸ Τρισάγιον.
Kαὶ εὐθὺς τὰ Τροπάρια.
Ἦχος πλ. β ́.

̓ελέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς·
πάσης γὰρ ἀπολογίας ἀποροῦντες,
ταύτην σοι τὴν ἱκεσίαν ὡς Δεσπότῃ
οἱ ἁμαρτωλοὶ προσφέρομεν· Ἐλέησον ἡμᾶς.

Δόξα.
κύριε, ἐλέησον ἡμᾶς·
ἐπὶ σοὶ γὰρ πεποίθαμεν·
ι

ΕΙΣ ΤΟΝ ΟΣΙΟΝ ΠΑΪΣΙΟΝ ΤΟΝ ΑΓΙΟΡΕΙΤΗΝ 91
μὴ ὀργισθῇς ἡμῖν σφόδρα,
μηδὲ μνησθῇς τῶν ἀνομιῶν ἡμῶν,
ἀλλ ̓ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαγχνος
καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν·
σὺ γὰρ εἶ Θεὸς ἡμῶν, καὶ ἡμεῖς λαός σου·
πάντες ἔργα χειρῶν σου
καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.
Καὶ νῦν. Θεοτοκίον.
τ ῆς εὐσπλαγχνίας τὴν πύλην
ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε·
ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσωμεν·
ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων·
σὺ γὰρ εἶ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς ὑπὸ τοῦ ἱερέως.
Ἀπόλυσις ἄνευ τοῦ Δι ̓ εὐχῶν.
Καὶ εὐθὺς τὰ Τροπάρια.
Ἦχος β ́. Ὅτε ἐκ τοῦ ξύλου.

ςπεῦσον, ἐπιφάνηθι ἡμῖν
τοῖς ἐν στεναγμοῖς καὶ δακρύοις
ἐπιζητοῦσι θερμῶς,
ἅγιε Παΐσιε, τὴν μεσιτείαν σου,
καὶ παράσχου τὴν ἴασιν ψυχῶν καὶ σωμάτων,
πᾶσαν δὲ ἐπίνοιαν δαιμόνων σύντριψον·
ἵνα εὐχαρίστῳ καρδίᾳ
σὲ τιμῶμεν, ὅσιε Πάτερ,
καὶ τὸν σὲ δοξάσαντα δοξάζωμεν.

92 ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ
δ έσποινα, πρόσδεξαι
τὰς δεήσεις τῶν δούλων σου
καὶ λύτρωσαι ἡμᾶς
ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
τ ὴν πᾶσαν ἐλπίδα μου
εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ,
φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν…

Δίστιχον.

Δέχου δέησιν τῆς Μάνδρας ἥνπερ σκέπεις
Σὺν Θεολόγῳ καὶ θείῳ Ἀρσενίῳ.

ΠΗΓΗ: agiospaisios.gr

Ετικέτες